
In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυ- γατέρα τεκοῦσαν καὶ κατὰ φύσιν καθάρσεως γενομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τόκον πῦρ ἔλαβε μετὰ ῥίγεος. ἤλγει δὲ ἀρ- χομένη καρδίην καὶ ὑποχόνδριον δεξιόν· γυναικείων πό- νοι· κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκου- φίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέ- μενον, ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρά, διψώδης, κοιλίη ξυνεκαύθη, μικρὰ διῄει, οὖρα λεπτά, ἄχροα κατ' ἀρχάς. ἑκταίη ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει. ἑβδόμῃ διψώδης, διαχωρήματα χολώδεα, κατακορέα. ὀγ- δόῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, σπασμοὶ πολλοὶ μετὰ πόνου, πολλὰ παρέλεγεν· ἐξανίστατο βάλανον προσθε- μένη· πολλὰ διῆλθε μετὰ περιρρόου χολώδεος· ὕπνοι οὐκ ἐνῆσαν. ἐνάτῃ σπασμοί. δεκάτῃ σμικρὰ κατενόει. * πάν- των ἀνεμνήσθη, ταχὺ δὲ πάλιν παρέκρουσεν. οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολύ, ὀλιγάκις ἀναμιμνῃσκόντων, παχὺ λευκόν, οἷον γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ· κείμενον πολὺν χρόνον οὐ καθίστατο· χρῶμα καὶ πάχος εἴκελον οἷον γίνεται ὑποζυγίων. τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐούσῃ παλ- μὸς δι' ὅλου τοῦ σώματος· λόγοι πολλοί· σμικρὰ κατε- νόει· διὰ ταχέων δὲ πάλιν παρέκρουσεν. περὶ δὲ ἑπτα- καιδεκάτην ἦν ἄφωνος. εἰκοστῇ ἀπέθανεν.
Δύο ** † ἦν ἐκ ταύτης τῆς διηγήσεως, ὧν ἓν μὲν ἐκείνῃ κοινὸν καὶ πρὸς τοὺς ἔμπροσθεν καὶ τοὺς μετὰ ταῦτα γεγραμμένους ἀρρώστους, τὸ [μετὰ] τῶν κρισίμων ἡμερῶν, ἕτερον δὲ τὸ ἴδιον. ἐπισχεθείσης γὰρ τῇ γυναικὶ ταύτῃ τῆς μετὰ τὸν τόκον καθάρσεως ἥ τε νόσος ἐγένετο καὶ ὁ θάνατος. ἀπέθανε δὲ κατὰ τὴν εἰκοστήν, τῆς τεσσαρεσκαιδεκάτης καὶ τῆς ἑπτακαιδεκάτης χειρόνων
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]