Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

κατὰ τὴν ἰατρικὴν τέχνην ἐξηγεῖϲθαι καλῶϲ ἐπὶ τὰϲ τοιαύταϲ ἐκτρέ- πονται περιεργίαϲ.

Οἷϲι δὲ τὰ παρὰ τὰ ὦτα γένοιτο, ἔκρινε μὲν εἰκοϲταίοιϲι, κατέϲβη δὲ πᾶϲι καὶ οὐκ ἐξ- επύηϲεν, ἀλλ’ ἐπὶ κύϲτιν ἐτράπετο. Κρατιϲτώνακτι, ὃϲ παρὰ Ἡρακλεῖ ᾤκει, καὶ Ϲκύμνου γναφέωϲ θεραπαίνῃ ἐξεπύηϲεν, ἀπέθανον. **

Ὃ καὶ πρόϲθεν εἶπον ἄξιον εἶναι μνήμηϲ, ἀναμνήϲω καὶ νῦν, ὅτι παραδοξότερόν τε καὶ ϲπανιώτερον ἐκείνου. τὸ γὰρ χωρὶϲ τοῦ διαπυῆϲαι τὰϲ παρωτίδαϲ ὑπὸ μόνων τῶν κάτω γενομένων ἐκκρίϲεων θεραπευθῆναι, μὴ πάνυ ϲύνηθεϲ γενόμενον, ἐπέτεινεν ἐν τῷ νῦν λόγῳ γράψαϲ Κρατιϲτώνακτα καὶ τὴν τοῦ γναφέωϲ θε- ράπαιναν ἀποθανεῖν, ἐκπυηϲάντων τῶν παρὰ τὰ ὦτα. μάχεϲθαι γὰρ τούτῳ δόξει τὸ “πεπαϲμοὶ ταχυτῆτα κρίϲεωϲ καὶ ἀϲφά- λειαν ὑγιεινὴν ϲημαίνουϲιν”. ἀλλὰ [καὶ] νῦν γε τὰ μὲν κατὰ τὰϲ φλέ- βαϲ αἴτια τῶν πυρετῶν οὐκ ἔφθαϲε πεφθῆναι τῷ Κρατιϲτώνακτι καὶ τῇ θεραπαίνῃ τοῦ γναφέωϲ, ἢ οὐκ ἂν ἀπέθανον. αἱ μέντοι παρωτίδεϲ ἐπέφθηϲαν, ὅπερ ἔφην ϲπάνιον εἶναι καὶ δεῖν αὐτὸν μνημονεύειν, ὡϲ ἐνδεχόμενον ἦν μερικὴν γενέϲθαι πέψιν ἐν μορίῳ τινί, καίτοι τῆϲ ὅληϲ νόϲου μὴ πεφθείϲηϲ. τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸν τόπον τοῦτον εἰρημένα περὶ τῶν κρίϲεων ἐξειργάϲμεθα τελέωϲ ἔν τε τοῖϲ Περὶ κρίϲεων κἀν τοῖϲ Περὶ κριϲίμων ἡμερῶν γεγραμ- μένοιϲ ἡμῖν ὑπομνήμαϲιν.

Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τρο- πὰϲ χειμερινὰϲ καὶ μέχρι ἰϲημερίαϲ παρέμενον μὲν καὶ οἱ καῦϲοι καὶ τὰ φρενιτικά, καὶ ἔθνῃϲκον πολλοί· αἱ μέν- τοι κρίϲιεϲ μετέπεϲον, καὶ ἔκρινε τοῖϲ πλείϲτοιϲιν ἐξ ἀρχῆϲ πεμπταίοιϲι, διέλειπε τέϲϲαραϲ, ὑπέϲτρεφεν, ἐκ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download