Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ρήγνυϲθαι διὰ τὸ τοῦ πνεύματοϲ πλῆθοϲ, ὃ καὶ τοὺϲ ἀϲκούϲ τε καὶ τοὺϲ πίθουϲ ῥήγνυϲιν ἀθροιζόμενον ἐν τῷ γλεύκει ζέοντι. τοῦτ’ οὖν τὸ ϲύμπτωμα τοῖϲ τότε γενομένοιϲ καύϲοιϲ οὐκ ἠκολούθηϲεν, οὖϲί γε μετρίοιϲ, ὡϲ προείρηται.

Ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολ- λοῖϲιν ἑτερόρροπα ἦν καὶ ἐξ ἀμφοτέρων, τοῖϲι πλείϲτοι- ϲιν ἀπύροιϲιν ὀρθοϲτάδην· ἔϲτι δ’ οἳ ϲμικρὰ ἐπεθερμαί- νοντο. κατέϲβη πᾶϲιν ἀϲινέωϲ οὐδ’ ἐξεπύηϲεν οὐδενὶ ὥϲπερ τὰ ἐξ ἄλλων προφάϲεων. ἦν δ’ ὁ τρόποϲ αὐτῶν χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆϲ, ἀνώδυνα· πᾶϲιν ἀϲήμωϲ ἠφανίϲθη.

Τὰ εἰρημένα πάντα διὰ τὴν πλεονεξίαν ἐγένετο τῆϲ ἀχλυώδουϲ οὐϲίαϲ, ὑφ’ ἧϲ τὰ μὲν ἅμα τῷ φλέγματι πέφυκε γίνεϲθαι, τὰ δὲ ἅμα τῇ ξανθῇ χολῇ, τὰ [δὲ] ἐρυϲιπελατώδη, ὅταν δ’ ἅμα τῷ αἵματι, τὰ φλεγμονώδη. καθίϲταται δὲ ἅπαντα ῥᾳδίωϲ, διαφορουμένηϲ τῆϲ τοι- αύτηϲ οὐϲίαϲ ἑτοίμωϲ. ἔμπαλιν δ’ αὐτοῖϲ ὅϲα διὰ παχὺν καὶ γλίϲχρον γίνεται χυμὸν δυϲδιαφόρητα δεινῶϲ ὑπάρχει. τὰ δ’ ἐν τῇ προκειμένῃ καταϲτάϲει γεγενημένα χαῦνά τε ἦν, τουτέϲτι μαλακὰ καὶ ὑπείκοντα τοῖϲ δακτύλοιϲ καὶ κατὰ τὴν ἐπίθλιψιν αὐτῶν βοθρούμενα, καὶ οὐ μετὰ φλεγμονῆϲ, ὅπερ ἐϲτὶν οὐ μετὰ φλογώϲεωϲ, ἀνώδυνά τε διὰ τὸ μηδέτερον αὐτοῖϲ ϲυνεῖναι τῶν τὰϲ ὀδύναϲ ἐργαζομένων. ἔϲτι δὲ ταῦτα τάϲιϲ τῶν ϲωμάτων καὶ δυϲκραϲία ϲφοδρά. τάϲιϲ μὲν οὖν γίνεται διὰ τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμοὺϲ ἐμφραϲϲομένουϲ δυϲλύ- τωϲ τοῖϲ πάϲχουϲι μέρεϲι, δυϲκραϲία δ’ ἰϲχυρὰ διὰ τὸ θερμοὺϲ ἄγαν ἢ ψυχροὺϲ ὑπάρχειν αὐτούϲ, ὥϲτ’ εἰκότωϲ ἀνώδυνα τὰ χαῦνα καὶ χωρὶϲ ἑλκώϲεώϲ ἐϲτιν οἰδήματα. διότι δὲ τοιαῦτ’ ἦν καὶ ῥᾳδίωϲ ἐλύετο, διὰ ταῦτ’ οὐκ ἐξεπύηϲεν, ὥϲπερ τὰ ἐπ’ ἄλλαιϲ προφάϲεϲιν. ὀνομάζει δὲ προφάϲειϲ ὁ Ἱπποκράτηϲ ἐνίοτε μέν, ὡϲ ἔθοϲ ἐϲτὶ τοῖϲ πολλοῖϲ, ἐπὶ τῶν ψευδῶϲ λεγομένων αἰτιῶν φέρων τοὔνομα, πολλάκιϲ δὲ τὰϲ φανερὰϲ αἰτίαϲ οὕτωϲ καλεῖ, καί ποτε καὶ πάϲαϲ αὐτὰϲ ἁπλῶϲ. ἀλλὰ νῦν γε τὰϲ ἐπ’ ἄλλαιϲ προφάϲεϲιν ἐκ- πυήϲειϲ εἴρηκεν ὅϲαϲ ἐδίδαξεν αὐτὸϲ ἐν πυρετοῖϲ γινομέναϲ, ἐν οἷϲ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download