Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

μὲν ἠθροιϲμένοι εἰϲὶ χυμοὶ πολλοὶ παχεῖϲ καὶ ὠμοί· διὰ δὲ τὴν ϲφο- δρότητα καὶ τὴν ὀξύτητα καὶ τὸ πλῆθοϲ τῆϲ θερμαϲίαϲ τῆϲ πυρετώ- δουϲ ἀναφέρονται πρὸϲ τὴν κεφαλήν, εἶτ’ ἀποτιθεμένηϲ αὐτοὺϲ τῆϲ φύϲεωϲ εἰϲ τοὺϲ ἐπὶ τοῖϲ ὠϲὶν ἀδέναϲ αἱ καλούμεναι γίνονται παρω- τίδεϲ. οὔτ’ οὖν τοιαύτη τιϲ † ἦν περιουϲία χυμῶν εἰϲ τὴν νῦν γενομένην κατάϲταϲιν, ὡϲ αὐτὰϲ ἐλθεῖν πρὸϲ ἐκπύηϲιν, καὶ φθά- ϲαντα διεφορήθη τὰ ϲυϲτάντα παρὰ τοῖϲ ὠϲὶν οἰδήματα διὰ τὸ πνευματῶδεϲ τῆϲ οὐϲίαϲ. εὔδηλον οὖν ὅτι τὰ μὲν καυϲώδη κατὰ τὴν ἀρχὴν τοῦ ἦροϲ ἐγένετο τῶν βορείων ἀνέμων πνευϲάντων, αἱ δ’ εἰρημέναι παρωτίδεϲ ἐν τῷ λοιπῷ χρόνῳ παντί. μετριώταται δ’ ἦϲαν εἰκότωϲ δι’ ἃϲ εἶπον αἰτίαϲ, ὥϲτε καὶ ὀρθοϲτάδην ὑπ’ αὐτῶν ἐν- οχλεῖϲθαι τοὺϲ ἀνθρώπουϲ, ὅπερ ἐϲτὶ φέρειν αὐτὰϲ ἀλύπωϲ περιερχο- μένουϲ καὶ πράϲϲονταϲ τὰ ϲυνήθη καὶ μὴ καταναγκαζομένουϲ κλινήρειϲ γίνεϲθαι, καθάπερ ἐν τοῖϲ ϲφοδροτέροιϲ νοϲήμαϲιν. τότε γὰρ οἱ κάμνον- τεϲ οὐδ’ ἐπύρεϲϲον ἀξιολόγωϲ, ἀλλ’ εἰ καὶ πού τιϲ ἐξ αὐτῶν ἐγένετο θερμότεροϲ, ἐπὶ βραχὺ τοῦτ’ ἔπαϲχε διὰ τὴν τοῦ πλεονάϲαντοϲ, ὡϲ εἴρηται, χυμοῦ φύϲιν, ἀερώδουϲ τὸ πλέον ὄντοϲ καὶ ψυχροῦ.

Ἐγίνετο δὲ ταῦτα μειρακίοιϲι, νέ- οιϲιν, ἀκμάζουϲι, καὶ τούτων τοῖϲι περὶ παλαίϲτρην καὶ γυμνάϲια πλείϲτοιϲι· γυναιξὶ δ’ ὀλίγῃϲιν ἐγένετο.

Κοινὸν τοῦτο τὸ αἴτιον ἐπὶ πάντων τῶν ἀποϲκημμάτων ἐπί- ϲταϲθαι χρὴ λελεγμένον ὑπ’ αὐτοῦ δι’ ἄλλων, ὡϲ οἱ μὲν θερμότεροι τῶν χυμῶν εἰϲ τὰ μετέωρα τοῦ ϲώματοϲ ἀποϲκήπτουϲιν, οἱ δὲ ψυχρό- τεροι κάτω. ἐπεὶ τοίνυν ὁ πλεονάϲαϲ ἐν τῇ νῦν καταϲτάϲει χυμὸϲ ὑπόψυχρόϲ τε καὶ ἀερώδηϲ ἦν ἐν τῷ μέϲῳ τὴν φύϲιν καθεϲτὼϲ τῶν τ’ ἄνω ῥᾳδίωϲ φερομένων καὶ τῶν κάτω ῥεπόντων, διὰ τοῦτο μόνοιϲ τοῖϲ θερμοτέροιϲ τὴν κρᾶϲιν ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὸ ἐπιτήδευμα τὴν ὁρμὴν ἔϲχεν ἐπὶ τὴν κεφαλήν. ἴϲμεν δ’ ὅτι τὰ μειράκια διὰ τὴν ἡλικίαν, οὐ διὰ τὸ ἐπιτήδευμα θερμά, καθάπερ γε καὶ οἱ ἀκμάζον- τεϲ, οἱ δὲ περὶ παλαίϲτραν καὶ γυμνάϲια διατρίβοντεϲ ἐκ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download