Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τῶν ἐπιτηδευμάτων. εἰκότωϲ γοῦν ὀλίγαιϲ γυναιξὶν ἐγένετο, ταῖϲ δηλονότι νέαιϲ τε καὶ φύϲει θερμοτέραιϲ καὶ μὴ πάνυ τι βίον ἀργὸν ἐζηκυίαιϲ.

Πολλοῖϲι δὲ βῆχεϲ ξηραὶ βήϲϲουϲι καὶ οὐδὲν ἀνάγουϲι καὶ φωναὶ βραγχώδεεϲ οὐ μετὰ πολύ.

Τίνεϲ μὲν αἱ ξηραὶ βῆχέϲ εἰϲιν, αὐτὸϲ ἐδήλωϲεν εἰπὼν οὐδὲν ἀνάγουϲι. γίγνονται δ’ αὗται ποτὲ μὲν ὑπὸ τραχύτητοϲ μόνηϲ τῶν κατὰ τὴν φάρυγγα καὶ τὸν λάρυγγα μορίων, οὐδεμιᾶϲ ἐν τῷ πνεύ- μονι περιουϲίαϲ ὑγρῶν οὔϲηϲ. οὗτοι μὲν οὖν οὐδὲν ἀναπτύουϲι τῷ μηδ’ ὅλωϲ ἔχειν τι περιϲϲὸν ἀναγωγῆϲ τε καὶ κενώϲεωϲ δεόμενον. ἕτεραι δὲ βῆχεϲ γίνονται ξηραὶ διὰ δυϲκραϲίαν τῶν ἀναπνευϲτικῶν ὀργάνων, ἐφ’ ὧν οὐδ’ αὐτῶν ἐϲτί τι ἀναπτυϲθῆναι δεόμενον. ἄλλαι δ’ αὖ γίνονται πρὸϲ ὑγρῶν περιεχομένων ἐν αὐτοῖϲ ἐκκριθῆναι δεο- μένων, ἀλλ’ οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίϲχρα τ’ εἶναι καὶ παχέα καὶ δυϲαπολύτωϲ ἐμπεπλάϲθαι τοῖϲ κατὰ τὸν πνεύ- μονα βρόγχοιϲ, ὅπερ ἐπὶ τῶν ἀπτύϲτων ὀνομαζομένων γίνεται πλευ- ριτίδων, ἢ τῷ τὸ καταφερόμενον ὑγρὸν ἀπὸ τῆϲ κεφαλῆϲ λεπτὸν εἶναι κατὰ τὴν ϲύϲταϲιν, οἷόνπερ τὸ ὕδωρ. φθάνει γὰρ τὸ τοιοῦτον ἐν τῷ καταφέρεϲθαι διά τε τοῦ λάρυγγοϲ καὶ τῆϲ τραχείαϲ ἀρτηρίαϲ ἐν τῷ πνεύμονι γίνεϲθαι, πρὶν ὑπὸ τοῦ κατὰ τὰϲ βῆχαϲ ἀνενεχθῆναι πνεύματοϲ, ὅπερ καὶ τότε τοῖϲ Θαϲίοιϲ ἔοικε γεγονέναι, πεπληρω- μένηϲ μὲν ὑπὸ τῆϲ νοτίου καταϲτάϲεωϲ τῆϲ κεφαλῆϲ αὐτῶν, ἐπιπεμ- πούϲηϲ δὲ ῥεῦμα τοῖϲ κατὰ θώρακα πᾶϲι χωρίοιϲ. ὅτι δὲ τοιαύτη τιϲ ἦν ἡ βήξ, μαρτυρεῖ καὶ τὸ ϲυνεδρεῦον αὐτῇ ϲύμπτωμα. βραγχώ- δειϲ γάρ, φηϲίν, οὕτω βήϲϲοντεϲ ἐγένοντο, διαβρεχομένων δηλονότι τῶν ὀργάνων τῶν φωνητικῶν πρὸϲ τῆϲ καταφερομένηϲ ὑγρότητοϲ, ὡϲ ἐν τοῖϲ Περὶ φωνῆϲ ἐπιδέδεικται.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download