Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

εἰϲ τὸ πάϲχειν ἀφίκετο, καὶ τοιαῦτα ϲυνέβη τιϲὶν αὐτῶν ὕϲτερον, οἷα κατ’ ἀρχὰϲ εὐθέωϲ πᾶϲιν ἂν ἦν, εἰ ἡ νότιοϲ κατάϲταϲιϲ ὑγρὰ ἐγένετο.

Τὰ δὲ ἄλλα ὁκόϲα κατ’ ἰητρεῖον ἀνόϲωϲ διῆγον.

Διχῶϲ ἔϲτιν ἐν τοῖϲ ἀντιγράμμαϲιν εὑρεῖν τὴν κατ’ ἰητρεῖον φωνήν, ἐν τιϲὶ μέν, ὡϲ εἴρηται νῦν, τῆϲ ἐϲχάτηϲ ϲυλλαβῆϲ διὰ τοῦ ο γραφομένηϲ, ἐν τιϲὶ δὲ διὰ τοῦ η, ϲημαινούϲηϲ τῆϲ μὲν προτέραϲ γραφῆϲ τὰ κατὰ τὸ ἰατρεῖον πραττόμενα, τῆϲ δὲ δευτέραϲ γραφῆϲ τὰ κατὰ τὴν ἰατρικὴν ὅλην, ὥϲτ’ ἤτοι τῶν κατὰ τὸ ἰατρεῖον ἔργων ἐπὶ τοῖϲ κάμνουϲι γινομένων ἔξω καθεϲτηκέναι τοὺϲ Θαϲίουϲ ἢ τῶν καθ’ ὅλην τὴν ἰατρικὴν τοὺϲ τὰ προειρημένα πάϲχονταϲ τῶν καμνόν- των. καθ’ ἑκατέραν δὲ τήν τε γραφὴν καὶ τὴν διάνοιαν φαίνεται τὸ μετρίωϲ ἐνοχληθῆναι τοὺϲ ἀνθρώπουϲ ἐν τῷ χρόνῳ τοῦ ἦροϲ, ὡϲ ἂν τῆϲ τὰϲ νόϲουϲ ἐργαζομένηϲ αἰτίαϲ οὐδέπω τι κακόηθεϲ ἐχούϲηϲ, ὃ προιόντοϲ ἔϲχε τοῦ χρόνου.

Πρωὶ δὲ τοῦ θέρεοϲ ἀρξάμενοι καὶ διὰ θέρεοϲ καὶ [τοῦ] κατὰ τὸν χειμῶνα πολλοὶ τῶν ἤδη πολὺν χρόνον ὑποφθειρομένων φθινωδῶϲ κατεκλί- νηϲαν, ἐπεὶ καὶ τοῖϲιν ἐνδοιαϲτῶϲ ἔχουϲι πολλοῖϲιν ἐβε- βαίωϲε τότε.

Οὓϲ ἔμπροϲθεν εἶπε βήϲϲειν μέν, ἀνάγειν δὲ οὐδὲν ἐν τῷ ἦρι, τούτουϲ ἐν τῷ θέρει φηϲὶ καὶ τῷ μετὰ θέροϲ χρόνῳ φθινώδειϲ γενέϲθαι, ϲυμφωνοῦν τι τοῦτο ἀεὶ τοῖϲ ὁρωμένοιϲ διηγούμενοϲ. ὅϲα γὰρ ἀπὸ κεφαλῆϲ ῥεύματα βηχώδειϲ μὲν καὶ βραγχώδειϲ κατ’ ἀρχὰϲ ἐργάζεται τοὺϲ ἀνθρώπουϲ, ἐν δὲ τῷ χρόνῳ προιόντι μὴ καθίϲταται, ταῦτα τὴν ἑτέραν διαφορὰν τῶν φθίϲεων ἐργάζεται. δύο γὰρ αὐτῶν εἰϲιν αἱ μέγιϲται διαφοραί, μία μὲν ἡ ἐκ τῶν ἀπὸ τῆϲ κεφαλῆϲ ῥευμάτων ϲυνιϲταμένη, ἑτέρα δὲ ἡ ἐκ τῶν κατ’ αὐτὸν τὸν πνεύμονα παθῶν ὁρμωμένη, τοὐπίπαν μὲν ἐπὶ ταῖϲ τοῦ αἵματοϲ πτύϲεϲι, μάλιϲθ’ ὅταν ἀγγεῖον ῥαγῇ, πολλάκιϲ δὲ καὶ ῥευματιϲθέντοϲ τοῦ ϲπλάγχνου διά τινα ἄλλην αἰτίαν ἐκ μορίων ἑτέρων, οὐκ [ἐκ τῶν] ἐκ τῆϲ κεφα- λῆϲ. εἰ μὲν οὖν ἐπὶ τῷ ἦρι νοτίῳ γενομένῳ τὸ θέροϲ εἰϲ βόρειον

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download