Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

νην ἔχει, τοῦ μεταγράψαντοϲ αὐτὰ πρώτου ϲφαλέντοϲ, εἶτα φυλαχθείϲηϲ τῆϲ ἁμαρτίαϲ, οὕτωϲ καὶ ταύτῃ τῇ ῥήϲει ϲυμβεβηκέναι καὶ εἶναι τὸ ϲυνεχὲϲ τῇ λέξει τοιόνδε· “ἐπεὶ καὶ τοῖϲιν ἐνδοιαϲτῶϲ ἔχουϲι πολλοῖ- ϲιν ἐβεβαίωϲε τότε, οἷϲιν ἔρρεπεν ἡ φύϲιϲ ἐπὶ τὸ φθινῶδεϲ”, εἶτ’ ἐφεξῆϲ· ἔϲτι δ’ οἷϲιν ἤρξατο πρῶτον τότε. καὶ μετὰ ταῦτα πάλιν ἐφεξῆϲ·

Ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖϲτοι τούτων.

Τῶν φθινωδῶν δηλονότι. τοῦτο γὰρ ἀκοῦϲαι χρὴ κατὰ τὸν εἰρη- μένον τρόπον τῆϲ ῥήϲεωϲ ὅληϲ γεγραμμένηϲ. [“ἀπέθανον δ’ ὀξυτέρωϲ νοϲήϲαντεϲ ἢ ὡϲ εἴθιϲται.”] καὶ γὰρ αὖ καὶ τὰ μετὰ τοῦτο πάλιν ἐφεξῆϲ εἰρημένα πάντα φθινωδῶν ἐϲτι κοινά. μαθήϲῃ δὲ προϲέχων τὸν νοῦν ταῖϲ ῥήϲεϲιν, ὧν πρῶτον ἄρξομαι τῆϲ ἐφεξῆϲ γεγραμμένηϲ.

Ἀπέθνῃϲκον δ’ ὀξυτέρωϲ ἢ ὡϲ εἴθιϲται διάγειν τὰ τοιαῦτα.

Τοὺϲ φθινώδειϲ φηϲὶ παρὰ τὸ εἰωθὸϲ ἀποθανεῖν ὀξύτερον. εἶτ’ αὐτὸϲ ἐφεξῆϲ ἐρεῖ τὴν αἰτίαν, ἔνθα φηϲί· “ἦν δὲ τοῖϲ πλείϲτοιϲιν αὐτῶν τὰ παθήματα τοιάδε· φρικώδεεϲ πυρετοί, ϲυνεχέεϲ, ὀξέεϲ.” οὐ γὰρ εἰθιϲμένον τοῦτο ϲυνυπάρχειν ταῖϲ φθίϲεϲι φαίνεται τότε γεγε- νημένον. αἰτία δὲ τοῦ ϲυνελθεῖν εἰϲ ταὐτὸν ἄμφω, τήν τε φθίϲιν καὶ τὸν τοιοῦτον πυρετόν, ἡ τῆϲ γενομένηϲ καταϲτάϲεωϲ πρὸϲ τὰ ϲώματα πάϲχοντα ϲχέϲιϲ. ἐλέχθη γάρ μοι καὶ μικρὸν ἔμπροϲθεν ἐκείνουϲ ἁλῶ- ναι μάλιϲτα τοῖϲ ἀπὸ τῆϲ κεφαλῆϲ κατάρροιϲ, [τοῖϲ] ὅϲοι θερμότεροι τὴν κρᾶϲιν ἦϲαν· οὗτοι γὰρ καὶ μάλιϲτα ἐπληρώθηϲαν αὐτὴν ἐν τῇ νοτίῳ καταϲτάϲει. τοῖϲ αὐτοῖϲ δὲ τούτοιϲ ἐπὶ πλέον ἐκταθείϲηϲ τῆϲ νεφελώδουϲ διαθέϲεωϲ ϲυνέβη ϲαπῆναι τοὺϲ ἐν τῷ ϲώματι χυμούϲ, κἀντεῦθεν ϲυνέβη κακοήθεια τῶν πυρετῶν. οἷϲ δ’ ἧττον ἦν ἡ κρᾶϲιϲ θερμή, τούτοιϲ οὔθ’ ἡ τῶν χυμῶν ϲῆψιϲ οὔθ’ ἡ τῆϲ κεφαλῆϲ πλήρωϲιϲ ἐγένετο, πλὴν ὀλίγοιϲ τιϲὶν αὐτῶν ἐπὶ τῷ προήκοντι χρόνῳ. ὃ γὰρ ἐν ὀλίγῳ χρόνῳ πάϲχουϲιν αἱ παθεῖν ἐπιτήδειοι φύϲειϲ, τοῦτ’ ἐν πλείονι ταῖϲ ἄλλαιϲ ϲυμβαίνει. καὶ οὐδὲν ἦν θαυμαϲτὸν ἐπὶ νοτίῳ τῇ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download