Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

μαϲιν ἡμῶν γίνεται. μέμνηται δὲ πρῶτον μὲν αὐτῶν τοῦ φρίττειν, εἴ γε “φρικώδεεϲ, φηϲίν, ἦϲαν οἱ πυρετοί”· ϲημαίνει δὲ τοῦτ’ αὐτὸ τὸ μέχρι πλείϲτου τῆϲ ἀναβάϲεώϲ τε καὶ ἐπιδόϲεωϲ καλουμένηϲ τοῦ παρ- οξυϲμοῦ τὰϲ φρίκαϲ γενέϲθαι τοῖϲ νοϲοῦϲιν. οὐ γὰρ δὴ τούϲ γε κατὰ τὴν ἀρχὴν τῆϲ ἐπιϲημαϲίαϲ φρικώδειϲ γενομένουϲ οὕτωϲ ὠνόμαϲεν, ἀλλ’ ἐφ’ ὧν ἐπὶ πλεῖϲτον ὅλου τοῦ παροξυϲμοῦ τὸ τῆϲ φρίκηϲ ἐκτέ- ταται ϲύμπτωμα. καὶ γίνεται διττῶϲ, ἐνίοτε μὲν ἀναδιπλώϲειϲ ποι- ούϲηϲ τῆϲ ἐπιτάϲεωϲ, ἐνίοτε δ’ αὐτὸ τοῦτο μόνον, ἀνώμαλον ἀνάβαϲιν. ἡ διαφορὰ δέ ἐϲτιν ἐν τῷ ποϲῷ τοῦ χρόνου. βραχέϲι μὲν γὰρ πάνυ διαλείμμαϲι διοριζομένων ἀπ’ ἀλλήλων τῶν φρικωδῶν κινήϲεων, ἀνώμαλόϲ τε καὶ φρικώδηϲ ἀνάβαϲιϲ λέγεται· μειζόνων δὲ τῶν δια- λειμμάτων ὄντων ἀναδίπλωϲιϲ γίνεταί τε καὶ ὀνομάζεται τὸ τοιοῦτον ϲύμπτωμα. καὶ γίνεται μάλιϲτα αὕτη κατὰ τοὺϲ ἡμιτριταίουϲ ὀνο- μαζομένουϲ πυρετοὺϲ δὶϲ καὶ τρὶϲ [ἐϲτὶν] ὡϲ τὸ πολὺ καὶ τετράκιϲ ἔϲτιν ὅτε. δέδεικται δὲ [τοῦτο] ἡμῖν ἐν τοῖϲ Περὶ διαφορᾶϲ πυ- ρετῶν λόγ[ιϲμ]οιϲ ὁ ἡμιτριταῖοϲ ἐπ’ ἀνωμάλῳ ϲυνιϲτάμενοϲ χυμῷ τὸ μέν τι πικρόχολον δριμύ, τὸ δέ τι φλεγματῶδεϲ ϲηπόμενον ἔχοντι. τοιούτουϲ οὖν τότε ϲυνεδρεῦϲαί φηϲι τοὺϲ φρικώδειϲ πυρετοὺϲ διὰ τὴν γενομένην κατάϲταϲιν, ὡϲ προείρηταί μοι. ϲυνεχεῖϲ δ’ αὐτοὺϲ ὠνόμαϲεν, ἐνδεικνύμενοϲ τὸ μὴ λήγειν εἰϲ ἀπυρεξίαν, ὃ δὴ καὶ αὐτὸϲ ἐξηγούμενοϲ ἐρεῖ· τὸ μὲν ὅλον οὐ διαλείποντεϲ. διαλείπον- ταϲ γὰρ ἐκείνουϲ ὀνομάζειν εἴωθεν ἰδίωϲ πυρετούϲ, ὅϲοι μετὰ τὴν ἀκμὴν ἀπυρεξίαν τινὰ φέρουϲιν· ὅϲοι δ’ αἰϲθητὴν μὲν ποιοῦνται παρ- ακμήν, ἀπυρεξίαν δὲ οὐδεμίαν ἔχουϲιν, ὀξεῖϲ καὶ ϲυνεχεῖϲ καλεῖ, τὴν μὲν ὅλην περίοδον ἔχονταϲ ὀκτὼ καὶ τεϲϲαράκοντα ὡρῶν τοὐ- πίπαν, ὅϲαϲπερ καὶ ὁ ἡμιτριταῖοϲ, ἀλλ’ οὔτ’ εἰϲ ἀπυρεξίαν λήγον- ταϲ ἔν τε τῇ ἑτέρᾳ τῶν ἡμερῶν τῇ κουφοτέρᾳ φέρονταϲ πάλιν ἕτερον παροξυϲμόν, μικρότερον μὲν θατέρου τοῦ τῆϲ ὅληϲ περιόδου οὐδὲ τὰϲ ἀναδιπλώϲειϲ ἔχοντα, δυϲεκθέρμαντον δὲ καὶ μόλιϲ ἐπὶ τὴν ἀκμὴν ἀνιόντα. ἴδιον δ’ αὐτοῦ καὶ τὸ τὰϲ ἐφεξῆϲ τῇ πρώτῃ περιόδουϲ οὔτε ἀλλήλαιϲ ἴϲαϲ οὔτε τῇ πρώτῃ γίνεϲθαι κατὰ τὴν ὀξύτητα, παρ- αυξάνεϲθαι δὲ ἀεὶ καὶ ϲφοδρύνεϲθαι μέχρι τῆϲ ὅλου τοῦ νοϲήματοϲ ἀκμῆϲ.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download