Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

γώδηϲ τῶν ὠμῶν χυμῶν καὶ παχέων ἐργάζεταί τινα ζέϲιν. εἰκότωϲ οὖν ὑπόϲταϲιϲ ἐπ’ αὐτῶν ἢ οὐδ’ ὅλωϲ γίνεται, ἢ καὶ πάνυ ϲμικρά, καὶ αὕτη, καθάπερ αὐτὸϲ εἶπεν, ὠμὴ καὶ ἄπεπτοϲ. λέλε- κται δ’ αὐτῷ περὶ τῶν μοχθηρῶν ὑποϲτάϲεων ἐν τῷ Προγνωϲτικῷ.

Ἔβηϲϲον δὲ ϲμικρά, πυκνά, πέ- πονα, κατ’ ὀλίγα μόγιϲ ἀνάγοντεϲ· οἷϲι δὲ τὰ βιαιότατα ϲυμπίπτοι, οὐδ’ ἐπ’ ὀλίγον πεπαϲμένα ἦν, ἀλλὰ διετέ- λεον ὠμὰ πτύοντεϲ.

Ταῖϲ μὲν κακοηθεϲτάταιϲ φθίϲεϲι καὶ αἷϲ ἐγγύϲ ἐϲτιν ὁ θάνατοϲ, οὐδ’ ἐπ’ ὀλίγον πέττεται τὰ πτυόμενα. ταῖϲ δ’ ἄλλαιϲ, ὅϲαι μέτριαί τε καὶ εἰϲ πλείονα χρόνον ἐκπίπτουϲι, δι’ αὐτὸ τοῦτο πέττε- ται καλῶϲ ἡ περὶ τὸν πνεύμονα περιουϲία τῶν χυμῶν καὶ ἀποπτύεται ῥᾳδίωϲ. ἀλλὰ τοῖϲ τότε γεγενημένοιϲ φθινώδεϲιν οὐδὲν τούτων ὑπῆρ- χεν. ἤτοι γὰρ παντάπαϲιν ἄπεπτον ἔπτυον ἢ πεπεμμένον μέν, μικρὸν δὲ καὶ κατὰ βραχὺ μόγιϲ ἀναφερόμενον. εἴρηκε δὲ καὶ περὶ τῆϲ τοι- αύτηϲ πτύϲεωϲ ἐν τῷ Προγνωϲτικῷ.

Φάρυγγεϲ δὲ τοῖϲι πλείϲτοιϲι τούτων ἐξ ἀρχῆϲ καὶ διὰ τέλεοϲ ἐπώδυνοι· ἔχοντεϲ ἔρευ- θοϲ μετὰ φλεγμονῆϲ· ῥεύματα ϲμικρά, λεπτά, δριμέα· ταχὺ τηκόμενοι καὶ κακούμενοι.

Τὰ ϲυμπτώματα προειπών, ὅϲα τοῖϲ τότε φθινώδεϲιν ἐφαίνετο περὶ τὴν φάρυγγα, τὴν αἰτίαν αὐτὸϲ προϲέθηκεν ἐν τῷ φάναι ῥεύ- ματα ϲμικρά, λεπτά, δριμέα. διὰ γὰρ τὴν τῶν ῥευμάτων κακοήθειαν ἀπὸ τῆϲ κεφαλῆϲ δηλονότι καταφερομένων αἱ φάρυγγεϲ ἐπώδυνοι μὲν ἦϲαν, τῷ δάκνεϲθαι δὲ πρὸϲ αὐτῶν ἔρευθοϲ καὶ φλεγμονὴν ἔϲχον, ὅτι καὶ αὐτὸ τὸ ῥεῦμα θερμὸν ἦν. οὐδὲν οὖν θαυμαϲτόν, εἰ θᾶϲϲον τῶν ἄλλων φθινωδῶν οἱ οὕτωϲ ἔχοντεϲ εἰϲ ἐϲχάτην ἰϲχνότητα παρεγένοντο.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download