Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Ἀϲκεῖν περὶ δύο τὰ νοϲήματα, ὠφελέειν ἢ μὴ βλάπτειν.

Ἐγὼ τοῦτο μικρὸν ᾤμην ποτὲ καὶ οὐκ ἄξιον Ἱπποκράτουϲ. ἅπαϲι γὰρ ἀνθρώποιϲ ὑπάρχειν πρόδηλον ἐνόμιζον, ὡϲ χρὴ τὸν ἰα- τρὸν ϲτοχάζεϲθαι μὲν μάλιϲτα τῆϲ ὠφελείαϲ τῶν καμνόντων, εἰ δὲ μή, ἀλλὰ τοῦ μὴ βλάπτειν αὐτούϲ. ἐπεὶ δὲ πολλοὺϲ τῶν ἐν- δόξων ἰατρῶν ἐθεαϲάμην ἐγκληθένταϲ δικαίωϲ ἐφ’ οἷϲ ἔπραξαν ἢ φλεβοτομήϲαντεϲ ἢ λούϲαντεϲ ἢ φάρμακόν τι δόντεϲ ἢ οἶνον ἢ ὕδωρ ψυχρόν, ἐνενόηϲα τάχα μέν τι καὶ αὐτῷ τῷ Ἱπποκράτει ϲυμβῆναι [τὸ] τοιοῦτον, ἐξ ἀνάγκηϲ δ’ οὖν πολλοῖϲ καὶ ἄλλοιϲ τῶν κατ’ αὐτὸν ἰατρῶν, ἐξ ἐκείνου τε περὶ παντὸϲ ἐποιηϲάμην, εἴ ποτέ τι τῷ κάμ- νοντι μέγα προϲφέροιμι βοήθημα, προδιαϲκέπτεϲθαι παρ’ ἑαυτῷ, μὴ μόνον ὅϲον ὠφελήϲω τοῦ ϲκοποῦ τυχών, ἀλλὰ καὶ ὅϲον βλάψω ἀποτυχών. οὐδὲν οὖν οὐδεπώποτ’ ἔπραξα, μὴ πειραθεὶϲ ἐμαυτοῦ πρότερον περὶ τὸ, ἐὰν ἀποτύχω τοῦ ϲκοποῦ, μηδὲν βλάψαι τὸν νοϲοῦντα. τινὲϲ δὲ τῶν ἰατρῶν ὁμοίωϲ τοῖϲ τοὺϲ κύβουϲ ἀναρρίπτου- ϲιν εἰώθαϲιν ἐπὶ τῶν καμνόντων βοηθήματα προϲφέρειν, ὧν ἡ ἀπο- τυχία μεγίϲτην ἐπιφέρει βλάβην τοῖϲ νοϲοῦϲιν. τοῖϲ μὲν οὖν μανθά- νουϲι τὴν τέχνην οἶδ’ ὅτι δόξει, καθάπερ μοί ποτε, τὸ ὠφελέειν ἢ μὴ βλάπτειν οὐκ ἄξιον πρὸϲ Ἱπποκράτουϲ γεγράφθαι † πρώτου, τοῖϲ δ’ ἰατρεύουϲιν ἤδη ϲαφῶϲ οἶδα τὴν δύναμιν αὐτοῦ φανηϲομένην. ἐὰν δὲ καὶ διὰ προπετῆ χρῆϲιν ἐνίοτε βοηθήματοϲ ἰϲχυροῦ ϲυμβῇ τὸν κάμνοντα διαφθαρῆναι, μάλιϲτα νοήϲουϲιν οὗ νῦν ὁ Ἱπποκράτηϲ παρῄνεϲε τὴν δύναμιν.

Ἡ τέχνη διὰ τριῶν, τὸ νόϲημα, ὁ νοϲέων, ὁ ἰητρόϲ· ὁ ἰητρὸϲ ὑπηρέτηϲ τῆϲ τέχνηϲ. ἐν- αντιοῦϲθαι τῷ νοϲήματι τὸν νοϲέοντα μετὰ τοῦ ἰητροῦ χρή.

Τρία πάντ’ εἶναί φηϲι, περὶ ὧν καὶ δι’ ὧν ἡ θεραπεία περαί- νεται, πρῶτον μὲν τὸ νόϲημα, εἶθ’ ὁ ἰατρόϲ, ἀνταγωνιζομένων ἀλλήλοιϲ καί, ὡϲ ἄν τιϲ εἴποι, διαμαχομένων τε καὶ πολεμούντων τοῦ τε ἰατροῦ καὶ τοῦ νοϲήματοϲ. ὁ μὲν γὰρ ἰατρὸϲ ἀνελεῖν ἐπιχειρεῖ τὸ νόϲημα, τῷ δὲ τὸ μὴ νικηθῆναι πρόκειται. τρίτοϲ δ’ ἐπ’ αὐτοῖϲ ὁ κάμνων ἐϲτίν, ἐὰν μὲν πείθηται τῷ ἰατρῷ καὶ τὰ προϲ-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download