Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

γίνονται, τουτέϲτιν εὐθέωϲ ἐπὶ τοῖϲ ἐμεθεῖϲιν ἀποθνῄϲκουϲιν, ὡϲ ἂν ἐν τοῖϲ κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰϲ μήνιγγαϲ χωρίοιϲ τῆϲ φρενίτιδοϲ ϲυνιϲταμένηϲ ἐπὶ τῇ ξανθῇ χολῇ. θαυμαϲτὸν οὖν οὐδὲν ὑπερξηρανθέντων τῶν μορίων τούτων γενέϲθαι τοὺϲ ϲπαϲμούϲ. ἔνιοι μὲν οὖν ἅμα τῷ ϲπαϲθῆναί τε καὶ ἰώδη ἐμέϲαι παραχρῆμα διεφθάρηϲαν, ἔνιοι δὲ διὰ ῥώμην δυνάμεωϲ ἐπέζηϲαν ἡμέραν ἢ δύο ἢ τρεῖϲ, ἔϲτιν ὅτε πέντε.

Ἐν καύϲοιϲι δὲ καὶ τοῖϲιν ἄλλοιϲι πυρετοῖϲιν, οἷϲι μὲν τραχήλου πόνοϲ καὶ κροτάφων βά- ροϲ καὶ ϲκοτώδεα [τὰ] περὶ τὰϲ ὄψιαϲ [ἢ] καὶ ὑποχον- δρίου ξύνταϲιϲ οὐ μετ’ ὀδύνηϲ ἐγγίνεται, τούτοιϲιν αἱ- μορραγέει διὰ ῥινόϲ.

Εἴρηταί μοι κατὰ τὴν ἐξήγηϲιν τοῦ Προγνωϲτικοῦ περὶ τῶν οὕτω γινομένων αἱμορραγιῶν, ἐκείνην ἐξηγουμένῳ τὴν ῥῆϲιν, ἧϲ ἡ ἀρχή· “οἷϲι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουϲιν ἀντὶ μὲν τοῦ ὀρφνῶδέϲ τι πρὸ τῶν ὀφθαλμῶν φαίνεϲθαι ἀμβλυωγμὸϲ γίνηται ἢ μαρμαρυγαὶ προφαίνωνται, ἀντὶ δὲ τοῦ καρδιώϲϲειν ἐν τῷ ὑποχον- δρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριϲτερὰ ξυντείνηταί τι μήτε ϲὺν ὀδύνῃ μήτε ϲὺν φλεγμονῇ, αἷμα διὰ ῥινῶν ῥυῆναι τούτοιϲι προϲδόκιμον ἀντὶ τοῦ ἐμέτου.” καὶ ὅτι τελεώτερον ἐκεῖ περὶ τούτων ἔγραψεν, εἰ παρα- βάλλοιϲ ἀλλήλαιϲ τὰϲ ῥήϲειϲ, ἐναργῶϲ μαθήϲῃ. τοϲοῦτον οὖν με μόνον ἐνταῦθα προϲθεῖναι δεήϲει διὰ τοὺϲ περὶ τὸν Καπίτωνα γράψανταϲ ἐν τῇ προκειμένῃ ῥήϲει· καὶ ὑποχονδρίου ξύνταϲιϲ μετ’ ὀδύ- νηϲ. οὐκ ὀρθῶϲ γὰρ ἀφεῖλον τὴν ἀπόφαϲιν, τὴν οὐ, διά τε τὸ ἀλη- θὲϲ αὐτὸ καὶ ὅτι κατὰ τὸ Προγνωϲτικὸν ὑφ’ Ἱπποκράτουϲ εἴρη- ται· “ὅταν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἀριϲτερὰ ϲυντείνηταί τι μήτε ϲὺν ὀδύνῃ μήτε ϲὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν ῥυῆναι τού- τοιϲ προϲδόκιμον [ἐϲτὶ] ἀντὶ τοῦ ἐμέτου.” τῆϲ γὰρ ἐπὶ τὴν κεφαλὴν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download