Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

χρὴ ποιέεϲθαι· ὁκόταν μὲν ὑπὸ ἑνὸϲ νοϲήματοϲ πολλοὶ ἁλίϲκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τούτῳ ὅ τι κοι- νότατόν ἐϲτι καὶ [ὅ τι] μάλιϲτα αὐτῷ πάντεϲ χρεώμεθα· ἔϲτι δὲ τοῦτο ὃ ἀναπνέομεν. φανερὸν γὰρ δή, ὅτι οὐ τὰ διαιτήματα ἑκάϲτου ἡμέων ἐϲτὶν αἴτια τῆϲ νόϲου, ὅτε ἅπτεται πάντων ἑξῆϲ καὶ τῶν νεω- τέρων καὶ τῶν πρεϲβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίωϲ καὶ τῶν θωρηϲϲομένων καὶ τῶν ὑδροποτεόντων καὶ τῶν μάζαν ἐϲθιόντων καὶ τῶν ἄρτον ϲιτεόντων καὶ τῶν ὀλίγα ταλαιπωρεόντων καὶ τῶν πολλὰ καμνόντων. οὐκοῦν οὐ τὰ διαιτήματα αἴτια ἂν εἴη γε, ὁκό- ταν διαιτώμενοι πάντα τρόπον οἱ ἄνθρωποι ἁλίϲκωνται ὑπὸ τῆϲ αὐ- τέηϲ νούϲου. ὁκόταν δὲ αἱ νοῦϲοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματα αἴτιά ἐϲτιν ἕκαϲτα ἑκάϲτοι- ϲιν.” ἐν ταύτῃ μὲν οὖν τῇ ῥήϲει πάντων τῶν ἐπιδημίων νοϲη- μάτων αἰτίαν εἶναί φηϲι τὴν τοῦ περιέχοντοϲ κρᾶϲιν, ἐν δὲ τῷ δευτέρῳ τῶνδε τῶν Ἐπιδημιῶν, ἔνθα φηϲίν, ὡϲ “οἱ ἐν Αἴνῳ ἐν λιμῷ ὀϲπριοφαγέοντεϲ ϲκελέων ἀκρατέεϲ ἐγένοντο, ἀτὰρ οἱ ὀρο- βοφαγέοντεϲ γονυαλγέεϲ”, οὐ τὴν κατάϲταϲιν, ἀλλὰ τὴν δίαιταν αἰ- τιᾶται. δύναται δὲ ἐνίοτε καὶ ὕδατοϲ μοχθηροῦ πόϲιϲ ἐργάϲαϲθαι πάγ- κοινον νόϲημα καὶ ἱϲτορεῖται καὶ τοῦτο γεγονὸϲ ἐπὶ ϲτρατοπέδου παντόϲ, ὥϲπερ γε καὶ διὰ τὴν τοῦ χωρίου φύϲιν, ἔνθα πάντεϲ ὁμοῦ ϲτρατοπεδευόμενοι διετέλεϲαν, ἐνίοτε μὲν ἐξ ἑλῶν τε καὶ τελ- μάτων κατ’ αὐτὸ τοῦτο τὸ χωρίον ἢ πληϲίον, ἐνίοτε δὲ ἐκ βαράθρων τῶν καλουμένων Χαρωνείων ὀλεθρίων πνευμάτων πλεοναζόντων. ταῦτα μὲν οὖν τῷ βλάπτειν τὸν ἀέρα καὶ τὰϲ νόϲουϲ ἐργάζεται καὶ εἴη ἂν ἐν τῷ προγεγραμμένῳ λόγῳ περιεχόμενα, τὰ δὲ ἀπὸ τῶν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download