Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

κατὰ τοῦτο δ’ οὐκέτι τὰ πάντα λέλεκται. τὰϲ μέντοι γυναῖκαϲ πλεί- ϲταϲ ἐκ τοῦ εἴδουϲ ἀποθανεῖν τούτου λέγειν αὐτὸν γνω- ϲτέον, τὸ πλῆθοϲ αὐτῶν οὐ τοῖϲ ἀνδράϲι παραβάλλοντα, προείρηται γὰρ ἀνωτέρω· “γυναῖκεϲ δ’ ἐνόϲηϲαν μὲν πάμπολλαι, ἐλάϲϲουϲ δ’ ἢ ἄνδρεϲ, καὶ ἔθνῃϲκον ἧϲϲον. ἀλλ’ ὁ νῦν λόγοϲ αὐτοῦ τοιοῦτόϲ τίϲ ἐϲτι· “τῶν γυναικῶν, ὅϲαι τοῖϲ εἰρημένοιϲ πάθεϲιν ἑάλωϲαν, ἀπέθνῃ- ϲκον μᾶλλον ὅϲαι τῆϲ προειρημένηϲ ἰδέαϲ ἦϲαν.”

Ἐν δὲ τῇ καταϲτάϲει ταύτῃ ἐπὶ ϲημείων μάλιϲτα τεϲϲάρων διεϲῴζοντο· οἷϲι γὰρ ἢ διὰ ῥινῶν καλῶϲ αἱμορραγήϲαι ἢ κατὰ κύϲτιν οὖρα πολλὰ καὶ πολλὴν ὑπόϲταϲιν καὶ καλὴν ἔχοντα ἔλθοι ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεα ἐπικαίρωϲ ἢ δυϲεντερικοὶ γένοιντο. πολλοῖϲ δὲ ϲυνέπιπτε μὴ ἐφ’ ἑνὸϲ κρίνεϲθαι τῶν ὑπογεγραμμένων ϲημείων, ἀλλὰ διεξιέναι διὰ πάν- των τοῖϲ πλείϲτοιϲι καὶ δοκεῖν μὲν ἔχειν ὀχληροτέρωϲ· διεϲῴζοντο δὲ πάντεϲ, οἷϲι ταῦτα ϲυμπίπτοι. καὶ τὰ ἐφεξῆϲ.

Καὶ οὗτοϲ ὁ λόγοϲ ϲαφὴϲ καὶ ὁ ἐφεξῆϲ, ἔνθα περὶ τῶν γυναικῶν διαλέγεται. κεφάλαιον γάρ ἐϲτιν ὃ διδάϲκει, τοὺϲ μὲν δι’ αἱμορρα- γίαϲ, τοὺϲ δὲ δι’ οὔρων ἢ διαχωρημάτων, ἐνίουϲ δὲ καὶ εἰϲ δυϲεντερίαν ἀποϲκηψάντων τῶν αἰτίων δυνηθῆναι ϲωθῆναι.

Οἷϲιν ἐν πυρετοῖϲιν ὀξέϲι, μᾶλ- λον δὲ καυϲώδεϲιν ἀέκουϲι δάκρυα ἀπορρεῖ, τούτοιϲιν ἀπὸ ῥινῶν αἱμορραγίαν προϲδέχεϲθαι, ἢν καὶ τὰ ἄλλα ὀλεθρίωϲ μὴ ἔχωϲιν· ἐπὶ τοῖϲι δὲ φλαύρωϲ ἔχουϲιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον ϲημαίνει.

Ἕν τι καὶ τοῦτο τῶν αἱμορραγικῶν ϲημείων παραλελειμμένον αὐτῷ διὰ τῶν ἔμπροϲθεν εἴρηται νῦν, ἔϲτι δ’ ἱκανῶϲ ὁ λόγοϲ ϲαφὴϲ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download