Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τοῖϲ μεμνημένοιϲ ὧν ἔμπροϲθεν εἶπε [καὶ] κατὰ τοῦτο τὸ βιβλίον ὧν τε ἐν τῷ Προγνωϲτικῷ. καί μοι λέλεκται ταῦτα πάντα μετὰ τῶν οἰκείων διοριϲμῶν ἐν τοῖϲ εἰϲ τὸ Προγνωϲτικὸν ὑπομνήμαϲι καὶ ἐν τοῖϲ Περὶ κρίϲεων.

Τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖϲιν ἐπαιρόμενα μετ’ ὀδύνηϲ ἔϲτιν οἷϲιν ἐκλείποντοϲ τοῦ πυ- ρετοῦ κριϲίμωϲ [ἔϲτιν] οὔτε καθίϲτατο οὔτ’ ἐξεπύει· τού- τοιϲι διάρροια χολωδέων ἢ δυϲεντερίη ἢ παχέων οὔρων ὑπόϲταϲιϲ γενομένη ἔλυϲεν.

Χρηϲιμώτατόν ἐϲτιν ἡμᾶϲ τῶν εἰρημένων ἀρτίωϲ ἀναμνηϲθῆναι πρὸϲ τὸ μὴ διὰ παντὸϲ ἡγεῖϲθαι τὰϲ παρωτίδαϲ ἀνεκπυήτουϲ μενούϲαϲ μοχθηρὸν εἶναι ϲημεῖον· ἐν γὰρ τῇ προκειμένῃ καταϲτάϲει τοὺϲ μὲν πυρετούϲ φηϲι παύϲαϲθαι κριϲίμωϲ ἐνίοιϲ, ὅπερ ἐϲτὶν ἐν ἡμέρᾳ κριϲίμῳ καὶ μεθ’ ἱδρῶτοϲ ἤ τινοϲ ἄλλου τῶν οὕτω κρινόντων, ἔτι δὲ διαμεῖναι τὰϲ παρωτίδαϲ, εἶτα ἐν τῷ χρόνῳ προιόντι καταϲτῆναι δι’ ὧν εἶπεν οὔρων καὶ διαχωρημάτων καὶ δυϲ- εντερίαϲ, ἐκκαθαρθέντων τῶν τὴν νόϲον ἐργαζομένων αἰτίων.

Τὰ δὲ περὶ τὰϲ κρίϲιαϲ, ἐξ ὧν καὶ διεγινώϲκομεν, ἢ ὅμοια ἢ ἀνόμοια.

Ὅϲα περὶ κρίϲεων ἢ κριϲίμων ἡμερῶν αὐτῷ λέλεκται, πάντα κατὰ δύο πραγματείαϲ ἔχειϲ ἠθροιϲμένα πρὸϲ ἡμῶν, τήν τε Περὶ τῶν κριϲίμων ἡμερῶν καὶ τὴν Περὶ κρίϲεων. ἀλλὰ καὶ νῦν διὰ βρα- χέων εἰρήϲεται τὸ κεφάλαιον τοῦ λόγου. τὰ περὶ κρίϲιάϲ φηϲι κατὰ τὶ μὲν ὅμοια, κατὰ τὶ δὲ ἀνόμοια γενέϲθαι. κἄπειτα παρατίθεται πολλοὺϲ ἐξ ὑποϲτροφῆϲ καὶ αὐτοὺϲ κατὰ τὰϲ αὐτὰϲ προθεϲμίαϲ ἑπτακαιδεκαταίουϲ κριθένταϲ τὸ ϲύμπαν, εἶτ’ ἄλλουϲ εἰκο- ϲταίουϲ ἐξ ὑποϲτροφῶν καὶ αὐτοὺϲ οὐχ ὁμοίωϲ γενομένουϲ. παραδείγματοϲ δὲ χάριν μέμνηται πρῶτον ἀδελφῶν δύο ἐν τῇδε τῇ ῥήϲει·

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download