Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Οἷον οἱ δύο ἀδελφοί, οἳ ἤρ- ξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέα- τρον Ἐπιγένεοϲ ἀδελφεοί· τούτων τῷ πρεϲβυτέρῳ ἔκρι- νεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ. ὑπέϲτρεψεν ἀμ- φοτέροιϲιν ὁμοῦ τὴν αὐτὴν ὥρην· διέλιπεν ἡμέραϲ πέντε. ἐκ δὲ τῆϲ ὑποϲτροφῆϲ ἐκρίθη ἀμφοτέροιϲ ὁμοῦ τὸ ϲύμπαν ἑπτακαιδεκαταίοιϲ.

Τὸ μὲν χρήϲιμον τοῦ λόγου πρόδηλον ἐπὶ τῶν εἰρημένων ἐϲτί, τὸ δ’ ἄχρηϲτον ἄδηλον, ὥϲτ’ οὐ ζητεῖν αὐτὸ προϲήκει. ἀλλ’ οἱ μὲν τὰ μὴ χρήϲιμα ϲπουδάζοντεϲ ἑαυτοῖϲ πράγματα παρέχουϲι, ζητοῦντεϲ, πῶϲ εἰπὼν ὁ Ἱπποκράτηϲ τῷ μὲν πρεϲβυτέρῳ τὴν κρίϲιν ἑκταίῳ γενέϲθαι, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ καὶ μετὰ ταῦτα πάλιν εἰπών· ὑπέϲτρεψεν ἀμφοτέροιϲ ὁμοῦ τὴν αὐτὴν ὥρην ἐπήνεγκε· διέλιπεν ἡμέραϲ πέντε. οὐ γὰρ ἀμφοτέροιϲ δυνατὸν εἶναι τὰϲ πέντε διαλιπεῖν, ἀλλὰ τῷ ἑτέρῳ μόνῳ. καίτοι γε καὶ δυνατόν ἐϲτιν αὐτὸ τοῦθ’ ὃ λέγουϲιν ἀκοῦϲαι περὶ μόνου τοῦ ἑνόϲ, τοῦ δευτέρου κατὰ τὴν διήγηϲιν εἰρημένου, τοῦ κριθέντοϲ ἑβδομαίου τὴν πρώτην κρίϲιν. καὶ εἰ δὴ τούτῳ διέλιπεν ἡμέραϲ πέντε, πρόδηλον ὅτι τῷ κατὰ τὴν ἕκτην ἡμέραν κριθέντι [κατὰ τὴν δευτέραν ἡμέραν κριθέντοϲ] διέλιπεν ἕξ. ἐγχωρεῖ δὲ κατ’ ἀρχὴν εὐθὺϲ ὑπὸ τοῦ βιβλιογράφου τὴν λέξιν ἁμαρτηθεῖϲαν φυλαχθῆναι, καθάπερ καὶ ἄλλαι πολλαὶ τοῦτο πεπόνθαϲι παρά τε τῷ Ἱπποκράτει καὶ ἄλλοιϲ οὐκ ὀλίγοιϲ. ὃ δὲ λέγω ϲφάλμα τοῦ βιβλιογράφου γενέϲθαι, τοιόνδε ἐϲτίν· ἐνεδέχετο γεγράφθαι μὲν ὡδί πωϲ τὴν λέξιν· “διέλιπεν ἡμέραϲ ἓξ τῷ μὲν ἑτέρῳ, τῷ δ’ ἑτέρῳ πέντε”, ἐκγράψαι δὲ τὸν ἁμαρτάνοντα μόνον τὸ διέλιπε πέντε, καὶ πιθανώτερόν ἐϲτι τῷ μὲν πρεϲβυτέρῳ τὰϲ ἓξ διαλιπεῖν, τῷ δὲ νεωτέρῳ τὰϲ πέντε, τῆϲ γ’ ὑπο- ϲτροφῆϲ ἅμα ἀμφοτέροιϲ γενομένηϲ κατὰ τὴν δωδεκάτην ἡμέραν. ἐφεξῆϲ γοῦν φηϲιν· “ἔκρινε δὲ τοῖϲι πλείϲτοιϲιν ἑκταίοιϲι,

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download