Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

διέλιπεν ἕξ, ἐκ δὲ τῶν ὑποϲτροφέων ἔκρινε πεμπταίοιϲιν”, ὥϲτ’ εἰκάϲαι τοὺϲ ἀδελφοὺϲ ἐκείνουϲ τῶν τοῖϲ πλείϲτοιϲ γενομένων κρί- ϲεων καὶ αὐτοὺϲ εἶναι παράδειγμα.

μετά γε μὴν τὴν τούτων διήγηϲιν καὶ ἄλλαϲ κρίϲειϲ ἔγραψε πο- λυειδεῖϲ, ἁπάϲαϲ τῇ ἑπτακαιδεκάτῃ περιγραφομέναϲ ἡμέρᾳ, τοιαύτην δ’ οὐδεμίαν, οἵαν ἐπὶ τῶν δύο ἀδελφῶν. ἐγὼ δέ φημι δεῖν ἀκού- ειν, ὡϲ ὑποϲτρέψαι κατὰ τὴν δωδεκάτην ἡμέραν αὐτοὺϲ ἀμφο- τέρουϲ, τῷ νεωτέρῳ διαλιπόντοϲ τὰϲ πέντε. πιθανὸν μὲν οὖν οὕτωϲ ἐν αὐτοῖϲ εἰρῆϲθαι, ἵνα τό τε πρὸϲ τοὺϲ ἄλλουϲ κοινὸν αὐτοῖϲ διαϲῴζηται, τὸ [τε] ἐξ ὑποϲτροφῆϲ ἑπτακαιδεκαταίουϲ κριθῆναι, καὶ τὸ ἴδιον, ὅτι περὶ τὴν δωδεκάτην ὑπέϲτρεψεν. καὶ καλὸν δ’, ὡϲ ἔφην, μὴ ζητεῖν τὰ ἄχρηϲτα ἔχοντα τὰ χρήϲιμα.

καὶ τοίνυν ἤδη καταλείπωμεν ἅπαντα τὰ περὶ τὰϲ κρίϲειϲ ἐφεξῆϲ αὐτῷ λελεγμένα, κεφάλαιον ἔχοντεϲ κατὰ τὶ μὲν ὁμοίαϲ αὐτὰϲ γενέ- ϲθαι, κατὰ τὶ δ’ ἀνομοίαϲ. τῶν γάρ τοι πρώτων κρίϲεων ἤτοι κατὰ τὴν ἕκτην ἡμέραν ἀναιρουϲῶν τοὺϲ νοϲοῦνταϲ ἢ ἀπίϲτων γιγνομένων, ὡϲ ὑποϲτρέφειν αὖθιϲ ἐπὶ τὴν ὑϲτάτην τε καὶ τελείαν κρίϲιν, ἐπὶ τῆϲ ἑπτακαιδεκάτηϲ ἡμέραϲ λαμβάνουϲαν, ἐν τούτῳ τὸ ὅμοιον καὶ τὸ ἀνό- μοιον ἐγίγνετο. μετὰ δὲ ταῦτα κρίϲεων ἄλλων μνημονεύει καὶ ὑπο- ϲτροφῶν γενομένων, εἰϲ τὴν εἰκοϲτὴν ἡμέραν ἐκταθειϲῶν, ὥϲτ’ ἐν ταύτῃ τελείωϲ κριθῆναι.

κατέκειντο παρὰ τὸ θέατρον. γράφουϲί τινεϲ οὐ θέα- τρον, ἀλλὰ θέρᾳτρον, ἵν’ ἔχωϲιν ἐξηγεῖϲθαι χωρίον τι εἶναι παρὰ τὸ θερίζεϲθαι κεκλημένον οὕτωϲ. διαφέρει δ’ οὐδὲν εἰϲ τὴν προ- κειμένην θεωρίαν, ὅπωϲ ἄν τιϲ γράφῃ τὰ τοιαῦτα τῶν ὀνομάτων. καὶ γὰρ εἴτε Ἐπιγένουϲ εἴτε Περιγένουϲ εἴτε Διογένουϲ εἴτε Θεο- γένουϲ ἦϲαν ἀδελφοί, διήνεγκεν οὐδέν, ἀλλ’ οἱ μὴ δυνάμενοι τὰ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download