Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

γνώμηϲ, ἐν τοῖϲ διαλείπουϲι πυρετοῖϲ τὸν ἡμιτριταῖον ἄγοντεϲ. ἀκίνδυνοϲ γὰρ οὗτοϲ ἔϲται, καίτοι θανατώδηϲ ὑπ’ αὐτοῦ λεγόμενοϲ. ἄμεινον οὖν ἐϲτι τῶν μὲν ὀνομάτων, ὡϲ εἴρηται, καταφρονεῖν, ἀϲκοῦντα διαγνώϲειϲ τε καὶ προγνώϲειϲ καὶ θεραπείαϲ ἑκάϲτου τῶν πυρετῶν. ἐπεὶ δὲ ϲαφεϲτέρα τε καὶ ϲυντομωτέρα διὰ τῶν ὀνομάτων ἡ διδαϲκαλία γίνεται, προδιηγηϲάμενοι λόγῳ τῶν διὰ τρίτηϲ παροξυ- νομένων πυρετῶν τὰϲ διαφοράϲ, ὡϲ ἀρτίωϲ ἐποιήϲαμεν καθ’ ἑκάϲτην αὐτῶν ἰδίαν προϲηγορίαν, καὶ ὥϲπερ εἰώθαμεν πράττειν ἑκάϲτοτε διελόμενοι τὰϲ διαφορὰϲ τῶν διὰ τρίτηϲ παροξυνομένων πυρετῶν ἐφεξῆϲ τὸν ἐντὸϲ τῶν δώδεκα ὡρῶν παυόμενον ἀκριβῆ τριταῖον ὀνο- μάϲομεν ἕνεκα ϲυντόμου διδαϲκαλίαϲ. ὅϲτιϲ δ’ ἂν ἔχῃ πολυχρονιώ- τερον τούτου τὸν παροξυϲμόν, ὅμωϲ μὴν ἔτι μακροτέραν αὐτοῦ τὴν ἄνεϲιν, ἐκεῖνον ἁπλῶϲ τριταῖον ὀνομάϲομεν. ὅϲτιϲ δ’ ἂν ἐπὶ πλεῖϲτον μὲν ἐκτεταμένον ἔχῃ τὸν παροξυϲμόν, ὀλίγον δὲ τὸ διάλειμμα, τοῦτον αὖ πάλιν ὀνομάϲομεν ἐκτεταμένον τριταῖον. ὅϲτιϲ δ’ ἂν μὴ παυϲάμενοϲ εἰϲ ἀπυρεξίαν φρικώδειϲ μὲν τῇ προτέρᾳ τῶν ἡμερῶν ἐπαναλήψειϲ ποιῆται, κατὰ δὲ τὴν δευτέραν ἁπλοῦν ἕνα παροξυϲμόν, τοῦτον ἡμιτριταῖον ὀνομάϲομεν· εἰ δ’ ἁπλῶϲ διὰ τρίτηϲ παροξύ- νοιτο, τριταιοφυῆ. πάντ’ ἔχειϲ ἐν τούτῳ τῷ λόγῳ διωριϲμένα, τά τ’ ἄχρηϲτα καὶ χρήϲιμα. τούτων οὖν ἀναγκαῖόν ἐϲτι διὰ παντὸϲ μεμνῆϲθαι καὶ πρόχειρον ἔχειν τὴν γνῶϲιν αὐτῶν. οὕτωϲ γὰρ κατα- γνώϲῃ τῆϲ τῶν νεωτέρων ἰατρῶν φλυαρίαϲ, ἣν περὶ τῶν εἰρημένων ὀνομάτων ἐποιήϲαντο, περὶ τῶν πραγμάτων οἰόμενοι διαλέγεϲθαι. ἀλλ’ ὅτι μὲν οὐδένα τῶν γοῦν εἰϲ ἀπυρεξίαν ἀφικνουμένων πυρετῶν ὁ Ἱπποκράτηϲ ἡμιτριταῖον ὀνομάζει, δέδεικται· πότερον δ’ ἐκεῖνον μόνον, ὃν ἐγώ γ’ ἡμιτριταῖον ἰδίωϲ καλεῖν εἴωθα, τὸν τὰϲ φρικώδειϲ ἐπαναλήψειϲ ποιούμενον ἢ καὶ τὸν ἄνευ τούτων γινό- μενον, ἄξιόν ἐϲτι ϲκέψεωϲ. εἰ γὰρ καὶ τοῖϲ φθινώδεϲι καὶ ἄλλοιϲ χρονίωϲ νοϲοῦϲιν ὁ πυρετὸϲ οὗτοϲ εἴωθε ϲυμπίπτειν, ἴϲωϲ, εἰ καὶ χωρὶϲ φρίκηϲ γίγνοιτο, καλέϲομεν αὐτὸν ἡμιτριταῖον, ἐὰν τῇ δευ-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download