Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τέρᾳ τῶν ἡμερῶν ἐπιπαροξύνηται. ἀλλ’ ὅπερ ἔφην, ὑπὲρ ὀνόματοϲ οὔϲηϲ τῆϲ ζητήϲεωϲ οὐδὲν ἄτοπόν ἐϲτι, κἂν μὴ γνῶμεν ἀκριβῶϲ, ἐπὶ τίνοϲ πυρετοῦ μάλιϲτα τὴν ἡμιτριταίαν ἐπιφέρει φωνὴν ὁ Ἱππο- κράτηϲ. ὁπόταν γὰρ αὐτοῦ τὴν περὶ τοὺϲ πυρετοὺϲ τέχνην ἐκμάθωμεν, ἕξομεν ὧν δεόμεθα πρὸϲ τὰ τῆϲ τέχνηϲ ἔργα, χωρὶϲ τῶν ἐπ’ αὐτοῖϲ ὀνομάτων. τάχα δ’ ἂν εἶναι δόξειεν οἰκεῖον ἑξῆϲ ϲκέψαϲθαι, διὰ τί προϲέθηκεν ὁ Ἱπποκράτηϲ τὸ καλεόμενον καὶ οὐχ ἁπ- λῶϲ εἶπεν· “ἐν δὲ τῷ ἡμιτριταίῳ ϲυμπίπτει μὲν καὶ ὀξέα νοϲήματα.” δοκεῖ δή μοι μέμφεϲθαι τὴν προϲηγορίαν ὡϲ ἄκυρον. ἐπὶ γὰρ τῶν ἐνδεεϲτέρωϲ ἐχόντων κατὰ τὰ τέλεια τὴν τοῦ ἡμίϲεοϲ προϲθήκην ποιούμεθα, φάϲκοντεϲ ἡμιθνῆτα καὶ ἡμίθνητον καὶ ἡμίθεον καὶ ἡμί- φωνον, ἡμίονόν τε καὶ τὸ ἡμίοπτον, ὅϲα τε ἄλλα τοιαῦτα λέγοντεϲ. ὁ δ’ ἡμιτριταῖοϲ οὐ μόνον οὔκ ἐϲτιν ἥμιϲυϲ τῷ πλήθει τῶν ϲυμ- πτωμάτων ἢ τῇ δυνάμει [καὶ τούτων] τῆϲ ὅληϲ διαθέϲεωϲ, ἀλλὰ καὶ πολὺ χείρων τοῦ τριταίου, ὥϲτ’ ἄμεινον εἶναι δοκεῖν ἐκεῖνον τούτου λέγειν ἥμιϲυν, οὐκ ἐκείνου τοῦτον. οὐκοῦν οὐκ οἶδα, τί δόξαν αὐτοῖϲ οὕτωϲ μᾶλλον ὠνόμαϲαν οἱ πρῶτοι θέμενοι τὴν προϲηγορίαν ἢ ἄλλωϲ. ἐνδέχεται γὰρ αὐτούϲ, [καὶ] διότι τοῦ τριταίου πυρετοῦ τὸ διὰ τρίτηϲ τε παροξύνειν καὶ τὸ εἰϲ ἀπυρεξίαν λήγειν ἔχοντοϲ ὁ ἡμι- τριταῖοϲ ἓν μὲν ἔχει τούτων, ἓν δ’ οὐκ ἔχει, ταύτην θέϲθαι τὴν προϲηγορίαν· τὸ μὲν γὰρ διὰ τρίτηϲ παροξύνειν ἔχει, τὸ δ’ εἰϲ ἀπυ- ρεξίαν λήγειν οὐκ ἔχει. ἐνδέχεται δὲ καί, διότι καὶ τὸ μετὰ ῥίγουϲ εἰϲβάλλειν οὐκ ἔχει καὶ πρὸϲ τούτοιϲ γ’ ἔτι τὸ μετ’ ἐκκρίϲεωϲ παύ- εϲθαι, καὶ μέντοι καὶ διότι τὴν δευτέραν ἡμέραν οὐκ ἔχει καθαράν. ἐνδέχεται δὲ καὶ ἄλλο τι τοιοῦτον εἰπεῖν τοῖϲ τὴν μὲν ἄχρηϲτον ϲο- φίαν ἀϲκοῦϲι, τὰ δ’ ὄντωϲ χρήϲιμα τῆϲ τέχνηϲ παραλείπουϲιν.

Νυκτερινὸϲ οὐ λίην θανατώδηϲ, μακρὸϲ δέ. ἡμερινὸϲ μακρότεροϲ· ἔϲτι δ’ οἷϲι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδεϲ.

Τῶν μὲν ἐν ἀρχῇ πυρετῶν τὸν κατάλογον ἔγραψεν ἁπλῶϲ, τού- των δ’ ἑξῆϲ τὰ ἤθη διδάϲκει. προειρηκὼϲ οὖν ἐν τῷ καταλόγῳ· “πυ- ρετοὶ οἱ μὲν ϲυνεχέεϲ, οἱ δὲ ἡμέρην ἔχουϲι, νύκτα διαλείπουϲι, νύκτα ἔχουϲιν, ἡμέρην διαλείπουϲιν”, εἶτα περὶ τῶν ϲυνεχῶν διελθών, ὁποῖοί

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download