Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τινέϲ εἰϲι, καὶ προϲθεὶϲ αὐτοῖϲ ἐφεξῆϲ τὴν περὶ τοῦ τεταρταίου τε καὶ ἡμιτριταίου διδαϲκαλίαν, ἐπὶ τοὺϲ τῇ μὲν ἡμέρᾳ παροξυνομένουϲ, τῇ δὲ νυκτὶ διαλείπονταϲ ἢ τῇ μὲν νυκτὶ παροξυνομένουϲ, τῇ δ’ ἡμέρᾳ διαλείπονταϲ ἀφίκετο, καλέϲαϲ αὐτῶν τὸν μὲν ἕτερον νυκτερινόν, τὸν δ’ ἕτερον ἡμερινόν, νυκτερινὸν μὲν τὸν ἐν νυκτὶ παροξυνό- μενον, ἡμερινὸν δὲ τὸν ἐν ἡμέρᾳ. δι’ ὧν δ’ ἐπαινεῖν ἔδοξε τὸν νυκτερινόν, οὐδὲν ἧττον ἔψεξε διὰ τῶν αὐτῶν, οὐχ ἁπλῶϲ εἰπών· “νυκτερινὸϲ οὐ θανατώδηϲ”, ἀλλὰ τὸ οὐ λίην προϲθείϲ. εἰ γὰρ οὐ λίην θανατώδηϲ, εὔδηλον ὅτι θανατώδηϲ μετρίωϲ. τὸν δ’ ἡμερι- νὸν οὐ μόνον μακρότερον εἶπεν εἶναι τοῦ νυκτερινοῦ, ἀλλὰ καὶ ἐπὶ [πρὸϲ] τὸ φθινῶδεϲ ἐνίοτε ῥέπειν, ὥϲτε καὶ κατὰ τοῦτο μοχθηρότερον εἶναι. τοῦτο μὲν γὰρ ἐν ᾧ χρόνῳ διαφορεῖϲθαι καὶ ἀραιοῦϲθαι μᾶλλον εἴωθεν ἢ ϲυϲτέλλεϲθαι καὶ πυκνοῦϲθαι τὸ ϲῶμα, παροξυνόμενοϲ εἰκότωϲ κακοηθέϲτεροϲ εἶναι δοκεῖ, τοῦτο δὲ καὶ τὸν καιρὸν τῆϲ προνοίαϲ ἔχων ἀήθη. καθ’ ὃν γὰρ χρόνον ἐχρῆν κοιμᾶϲθαι, κατὰ τοῦτον ἀναγκαῖόν ἐϲτι τῆϲ ἰατρικῆϲ προνοίαϲ τυγχάνειν τοὺϲ κάμνονταϲ. καὶ διὰ τοῦτο καταφθείρονται τῷ χρόνῳ καὶ φθίνουϲι, δυοῖν θάτερον, εἰ μὲν δὴ κοιμῷντο νυκτόϲ, ἐνδεῶϲ ἀπολαύοντεϲ ὕπνου, εἰ δ’ ἡμέραϲ, νυκτερίδων βίον, οὐκ ἀνθρώπων βιοῦντεϲ.

Ἑβδομαῖοϲ μακρόϲ, οὐ θανα- τώδηϲ. ἐναταῖοϲ ἔτι μακρότεροϲ, οὐ θανατώδηϲ.

Οὔθ’ Ἱπποκράτει καλὸν ἀπιϲτεῖν, (ἐμφαίνει γάρ, ὡϲ ἑωρακὼϲ ταῦτ’ ἔγραψε,) οὔτε ψεύδεϲθαι προϲήκει λέγοντα καὶ αὐτὸν ἑωρακέναι. παραφυλάττειν οὖν ὑμᾶϲ φιλοπόνωϲ προϲήκει καὶ τῇ πείρᾳ κρίνειν τὸ ἀληθέϲ, ἀλλ’ ὅπωϲ μὴ πάθητε τοῖϲ πολλοῖϲ ὁμοίωϲ, οἳ θεαϲάμενοι κατά τινα τύχην δι’ ἑβδόμηϲ ἡμέραϲ πυρέξαντα τὸ δεύτερόν τε καὶ τρίτον ἀπὸ τῆϲ ἀρχῆϲ ὑπέλαβον ἑβδομαίαν εἶναί τινα περίοδον. ἐνδέχεται γάρ ποτε τοῦτο καὶ κατὰ ϲυντυχίαν ἀπαντῆϲαι, καὶ μέντοι καὶ κατὰ τὸ τῆϲ διαίτηϲ ὁμοειδέϲ. ὅϲοιϲ γὰρ τῶν νοϲούντων οὐκ ἀκρι- βῶϲ ἡ νοϲώδηϲ ἐπαύϲατο διάθεϲιϲ, ἀλλ’ ἔμεινεν αὐτῆϲ τι ϲπέρμα, τούτοιϲ ἀμελέϲτερον διαιτηθεῖϲι ϲυμβαίνει πολλάκιϲ μὲν ἕκτῃ μετὰ τὴν πρώτην ἡμέραν πυρέξαι, πολλάκιϲ δ’ ἑβδόμῃ, πολλάκιϲ δ’ ὀγδόῃ, πολ- λάκιϲ δ’ ἄλλῃ τινὶ καὶ τοῦ πυρετοῦ παυϲαμένου δόξαϲιν ἀκριβῶϲ ἀπηλλάχθαι, πάντα ὁμοίωϲ διαιτηθεῖϲιν ἐπὶ τῷ καταλειφθέντι τῆϲ νό- ϲου ϲπέρματι δι’ ἴϲων ἡμερῶν εἰϲ τὴν αὐτὴν ἀφικομένοιϲ διάθεϲιν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download