Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

περιέψυκτο, διψώδης, παρέκρουσεν. [ἐς] νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεξε, σπλὴν ἐμειοῦτο, κατενόει πάντα, ἤλγησε τὸ πρῶτον κατὰ βουβῶνα, σπληνὸς κατ' ἴξιν, ἔπειτα οἱ πόνοι ἐς ἀμφοτέρας κνήμας. [ἐς] νύκτα εὐφόρως, οὖρα εὐχροώτερα, ὑπόστασιν εἶχε μικρήν. ἐνάτῃ ἵδρωσε, ἐκρίθη, διέλιπε. πέμπτῃ ὑπέστρεψεν. αὐτίκα δὲ σπλὴν ἐπήρθη, πυρετὸς ὀξύς, κώφωσις πάλιν· μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπώδυνα, νύκτα ἵδρωσεν. ἐκρίθη περὶ τὴν ἑπτα- καιδεκάτην οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ.

Οὗτος ἐκ παραδόξου διεσώθη. κατὰ γὰρ τὰς πρώτας ἡμέρας εἰκότως ἄν τις αὐτὸν ὑπενόησε τεθνήξεσθαι. καὶ γὰρ οὔρησε μέλανα καὶ διαχωρουμένων χολωδῶν συμπαυσαμένων ἠκολούθησε κώφωσις, ὡς ἂν εἰς τὴν κεφαλὴν ἀνελθόντων αὐτῶν. ἀλλ' ἐπὶ τούτοις μὲν εἰκό- τως παρεφρόνησεν, ἐπὶ δὲ τοῖς μέλασιν οὔροις, κακοῖς οὖσιν, οὐδὲν ἀντίρροπον ἀγαθὸν ἐγένετο, πλὴν ὅτι σπλὴν ἐπήρθη πεμ- πταίῳ, δεξάμενός τι τῆς κακοχυμίας. εἶτα κατὰ τὴν ὀγδόην ἡμέραν ἐκ τοῦ σπληνὸς εἰς τὰ σκέλη μεθισταμένων αὐτῶν, ὁ μὲν ἐμει- οῦτο, κατὰ δὲ τὴν ἐπὶ σκέλη φορὰν τῶν μεθισταμένων ἤλγησε μὲν τὰ πρῶτα κατὰ τὸν βουβῶνα τὸν ἀριστερόν, (οὗτος γάρ ἐστι κατ' ἴξιν σπληνός,) ἔπειτα δὲ οἱ πόνοι εἰς τὰς κνήμας ἀμ- φοτέρας. ἐφ' οἷς δὴ συμπτώμασι διὰ τῆς νυκτὸς εὐφόρως ἔσχε καὶ οὔρησεν εὐχροώτερα καὶ λευκὴν ὑπόστασιν ἔχοντα μι- κράν. εἶτα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, ἥτις ἦν ἐνάτη, μεθ' ἱδρῶ- τος ἐκρίθη. τοσοῦτον ἄρα ἥ τε κάτω μετάστασις ἴσχυσε τῶν λυπούν- των ἥ τε τῶν οὔρων πέψις. ἀλλὰ γὰρ οὐδ' οὕτως ἦν ἱκανὰ ταῦτα τελέως ἀπαλλάξαι τῆς νόσου τὸν κάμνοντα, ἱδρώσαντα κατὰ τὴν ἐνάτην ἡμέραν. ὑπελείφθη τοιγαροῦν αὐτῷ μόριόν τι τῆς κακοχυ- μίας, ὃ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὑποστροφὴν ἤνεγκεν, ἐφ' ᾗ τὸ σύμπαν ἑπτακαιδεκαταῖος ἐκρίθη, φυλαττο- μένης καὶ κατὰ τοῦτον τὸν ἄρρωστον τῆς ἐπὶ τῶν κρισίμων ἡμερῶν τηρήσεως.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download