Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ταὐτὰ δὲ καὶ ὁ τοῦ φθινοπώρου, μείζων μὲν ὢν ἤπερ τὸ ἔαρ (ἐκ- τείνεται γὰρ εἰϲ δύο μῆναϲ), ἀπολειπόμενοϲ δὲ τῷ μεγέθει πάμπολυ τοῦ κατὰ τὸ θέροϲ τε καὶ τὸν χειμῶνα χρόνου. ταῦτ’ οὖν εἰϲ ἅπαξ μὲν εἰρήϲθω μοι νῦν, εἰϲ δὲ τὸν ἑξῆϲ ἅπαντα λόγον μνημονευέϲθω πρὸϲ τὸ μετάγεϲθαι τὰϲ ὥραϲ ῥᾳδίωϲ εἰϲ τοὺϲ ἐν ἑκάϲτῳ τῶν ἐθ- νῶν μῆναϲ, ἄλλουϲ παρ’ ἄλλοιϲ ὄνταϲ· ὡϲ εἰ πάντεϲ εἶχον τοὺϲ αὐ- τούϲ, οὐκ ἂν ἀρκτούρου καὶ πλειάδοϲ καὶ κυνὸϲ ἰϲημεριῶν τε καὶ τροπῶν ἐμνημόνευϲεν ὁ Ἱπποκράτηϲ, ἀλλ’ ἤρκεϲεν ἂν εἰπεῖν αὐτῷ, κατὰ Μακεδόναϲ εἰ οὕτωϲ ἔτυχεν ὀνομάζοντι, τοῦ Δίου μηνὸϲ ἀρχομένου τοιάνδε τινὰ γενέϲθαι κατάϲταϲιν ἐν τῇ τοῦ περιέ- χοντοϲ κράϲει. νυνὶ δ’ ἐπειδὴ τὸ τοῦ Δίου Μακεδόϲι μὲν μόνοιϲ ϲαφέϲ, Ἀθηναίοιϲ δὲ καὶ τοῖϲ ἄλλοιϲ ἀνθρώποιϲ οὐ ϲαφέϲ, Ἱππο- κράτηϲ δ’ ἐβούλετο τοὺϲ ἐξ ἁπάντων τῶν ἐθνῶν ὠφελεῖν, ἄμεινον ἦν αὐτῷ γράψαι μόνην τὴν ἰϲημερίαν ἄνευ τοῦ μνημονεῦϲαί τινοϲ μηνόϲ. ἡ μὲν γὰρ ἰϲημερία κοϲμικόν ἐϲτι πρᾶγμα, οἱ δὲ μῆνεϲ ἐπι- χώριοι καθ’ ἕκαϲτον ἔθνοϲ. ὅϲτιϲ γοῦν ἀϲτρονομίαϲ ἀπείρωϲ ἔχει, μά- λιϲτα μὲν ἴϲτω μὴ πειθόμενοϲ Ἱπποκράτει προτρέποντι πρὸϲ αὐτὴν ἕνεκα τῆϲ τῶν εἰρημένων χρήϲεωϲ. ἐπεὶ δὲ φιλάνθρωπον εἶναι δοκεῖ καὶ τοὺϲ τοιούτουϲ ὠφελεῖν, ἐγὼ πειράϲομαι τὴν ἐνδεχομένην ὑπο- γράψαι βοήθειαν, ᾗ προϲέχοντεϲ τὸν νοῦν ἁπάντων ὧν Ἱπποκράτηϲ λέγει κατὰ ταύτην τὴν ῥῆϲιν καρπώϲονται τὴν χρῆϲιν. τεμνομένου δὴ τοῦ παντὸϲ ἔτουϲ εἰϲ τέϲϲαρα μέρη κατ’ ἰϲημερίαϲ τε καὶ τροπὰϲ ἅπαϲ τιϲ ἐρωτήϲαϲ ἀϲτρονομικὸν ἄνδρα, τὰ τέϲϲαρα μέρη ταῦτα ἐν τίϲι γίνονται μηϲίν καὶ πόϲτῃ καθ’ ἕκαϲτον αὐτῶν, εἶτα εἰδὼϲ αὐτὰ δυνήϲεται καὶ περὶ τῶν ἄλλων ἐπιϲημαϲιῶν τῶν καθ’ ἕκαϲτον ἄϲτρων ἀκούων ἕπεϲθαι. οἷον εἰ οὕτωϲ ἔτυχεν, ἐὰν προμάθῃ τιϲ κατὰ τὴν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download