Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

αὐτὸν ὑπέρυθρα, ὑπόστασιν πολλὴν ἐρυθρὰν ἔχοντα. τὸ δὲ τοιοῦτον οὖρον ἐν τῷ Προγνωστικῷ “πολυχρονιώτερον μὲν” εἶναί φησι τοῦ τὴν λευκὴν ὑπόστασιν ἔχοντος, “σωτήριον δὲ κάρτα”. μετὰ δὲ τὴν τεσσαρακοστὴν ἔγραψε ποικίλως τὰ τῶν οὔρων αὐτῷ γενέσθαι, ποτὲ μὲν ὑπόστασιν ἔχοντα, ποτὲ δ' οὔ, σύμφωνον τοῦτο τῶν πεπλανημένων παροξυσμῶν· ἐκεῖνοί τε γὰρ ἐπὶ ποι- κιλίᾳ τῶν τὰς νόσους ἐργαζομένων γίνονται χυμῶν, ἥ τε τῶν οὔρων ἀπεψία. καὶ πέψις ἐναλλὰξ φαινομένη τινὰς μὲν αὐτῶν ἐδήλου πέτ- τεσθαι, τινὰς δ' ἀπέπτους διαμένειν. κατὰ γοῦν τὴν ἑξηκοστὴν ἡμέραν πολλὴν καὶ λείαν καὶ λευκὴν ὑπόστασιν γενέσθαι φησὶ καὶ διὰ τοῦτο ἐπιφέρει· ξυνέδωκε πάντα, διέλιπον οἱ πυρετοί. ἀλλ' ἐφεξῆς γε τούτων ὡδὶ γράψας· οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχροα δέ, καταλελεῖφθαί τινας ἀπέπτους ἐνδείκνυται χυμούς, ὧν κατὰ βραχὺ πεφθέντων ἡ ὀγδοηκοστὴ τελείαν τὴν κρίσιν ἤνεγκε, περὶ ἧς ἔγραψε κατὰ λέξιν οὕτως· ὀγδοηκοστῇ ἐρρίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν, ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρή, λείη. τελέως ἐκρίθη. μέμνησο δὲ πάλιν ἐνταῦθα τῆς ἰδίας ὑποστάσεως μέγιστον δυναμένης ἐν οὔροις, ἐπειδήπερ ὡς ἂν λείψανον οὖσαν ἄλλου τινὸς περιττοῦ ταύτην λευ- κὴν μέν, παχεῖαν δὲ καὶ τοῖς ἀποθανοῦσι γεγονέναι φησίν. ἐπὶ γοῦν Σιληνοῦ δευτέρου γεγραμμένου τῶν κατὰ τοῦτο τὸ βιβλίον ἀρρώ- στων οὕτως εἶπεν· “οὔρησεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόστασις κριμνώδης λευκή”, καίτοι κατὰ τὴν ὑστεραίαν ἀπέθανεν ὁ Σιληνὸς οὗτος, ἐπὶ τῆς ἐνδεκάτης ἡμέρας, τῇ δεκάτῃ τὸ εἰρημένον οὖρον ἀπο- κρίνας. ἀλλὰ καὶ τῶν κρισίμων ἡμερῶν τῆς περιόδου μέμνησο, τῆς μὲν ἑξηκοστῆς προκρινάσης, οὐ τῆς τρίτης καὶ ἑξηκοστῆς, ἐπ' αὐτῇ δὲ τῆς ὀγδοηκοστῆς, οὐ τῆς τετάρτης καὶ ὀγδοηκοστῆς, ὡς τῶν τριῶν ἑβδομάδων οὐκ εἰς τὴν πρώτην καὶ εἰκοστὴν ἡμέραν προερχο- μένων, ἀλλ' ἐν τῇ εἰκοστῇ περιγραφομένων.

Μέτωνα πῦρ ἔλαβεν, ὀσφύος βάρος ἐπώδυνον. δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον ἀπὸ κοιλίης καλῶς διῆλθε. τρίτῃ κεφαλῆς βάρος, διαχωρή-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download