Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ματα λεπτά, χολώδεα, ὑπέρυθρα. τετάρτῃ παρωξύνθη, ἐρρύη ἀπὸ δεξιοῦ δὶς κατ' ὀλίγον. νύκτα δυσφόρως, δια- χωρήματα ὅμοια τῇ τρίτῃ, οὖρα ὑπομέλανα· εἶχεν ἐναι- ώρημα ὑπόμελαν ἐόν, διεσπασμένον· οὐχ ἱδρύετο. τῇ πέμπτῃ ἐρρύη λάβρον ἐξ ἀριστεροῦ ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ δὲ κρίσιν ἄγρυπνος, παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοι- μήθη, κατενόει. τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ' ᾑμορράγει πολλάκις μετὰ κρίσιν.

Οὗτος ὁ ἄρρωστος μαρτυρεῖ τῷ καθόλου λόγῳ τῷδε· “αἱμορρα- γίαι λάβροι ἐκ ῥινῶν ῥύονται τὰ πολλά.” φαίνεται γοῦν ὑπὸ μόνης αἱμορραγίας κριθείς τε καὶ σωθείς, καίτοι γ' οὐκ ἀκίνδυνα σχὼν σημεῖα. κατὰ γοῦν τὴν τετάρτην ἡμέραν γενέσθαι φησὶν αὐτῷ οὖρα ὑπομέλανα. εἶτ' ἐπιφέρει· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐόν, διεσπασμένον, οὐχ ἱδρύετο. καὶ μέντοι κατὰ τὴν πέμπτην ἡμέραν αἱμορραγήσαντος αὐτοῦ καὶ ἱδρώσαντος καὶ κριθέν- τος ἐπὶ τούτοις ὅμως [ἐπὶ τούτοις] οὖρά φησι λεπτά, ὑπομέ- λανα· κἄπειτ' ἠγρύπνει καὶ παρέλεγεν, ὅπερ ἐστὶ παρελάλει. μέγιστον δὲ τούτου σε βοήθημα ἐδίδαξε τὸ κατὰ κεφαλῆς λου- τρόν, εἰρηκὼς ἐν τῷ Περὶ διαίτης ὀξέων φυλάσσεσθαι δεῖν τὸ λου- τρὸν ἐπὶ “τῶν αἱμορραγούντων, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῥέοι”. νυνὶ δὲ ἔλαττον ἦν τοῦ προσήκοντος, εἴ γε καὶ ἄγρυπνος διέμενε καὶ παρέλεγεν. ἀλλὰ καὶ τὸ “ἃ δεῖ ἄγειν ταύτῃ ἄγειν, ὅπῃ ἂν μά- λιστα ῥέπῃ, διὰ τῶν ξυμφερόντων χωρίων” ὀρθῶς ἐν τοῖς Ἀφο- ρισμοῖς ἐν τῷ καθόλου λελεγμένον ὑπὸ τοῦ νῦν γεγενημένου μαρ- τυρεῖται. καὶ μέντοι καὶ τοῦδε μέμνησο τοῦ κατὰ τὴν τῆς τρίτης

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download