Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ἡμέρας διήγησιν εἰρῆσθαι βάρος κεφαλῆς, ὡς τοῦ πλήθους ἐν αὐτῇ φαινομένου. μέμνησο δὲ καὶ ὅτι κατὰ μὲν τὴν τετάρτην κρίσιμον οὖσαν αἱμορραγεῖν ἤρξατο, τῇ δὲ πέμπτῃ λάβρως αἱμορραγή- σας καὶ ἱδρώσας ἐκρίθη. ταῦτα δ' ἐπὶ πλέον ἐν τοῖς Περὶ κρισί- μων ἡμερῶν ἕξεις ἐξειργασμένα. τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διη- γήσεως γεγραμμένον ὑπ' αὐτοῦ τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ' ᾑμορράγει πολλάκις μετὰ κρίσιν εἴρηται, διότι χωρὶς πέψεως τῶν οὔρων ἐκρίθη. μεμαθήκαμεν δὲ παρ' αὐτοῦ κατὰ τοῦτο τὸ βιβλίον, ὅτι “πεπασμοὶ ταχυτῆτα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαί- νουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσεις τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ θάνατον ἢ χρόνον ἢ τῶν αὐτῶν ὑποστροφάς.” ἀλλ' ὠμὰ μὲν ἦν ἔτι καὶ ἄπεπτα, οὐ μὴν εἰς κακὰς ἀποστάσεις ἐτρά- πετο. τῶν γοῦν ἀποστάσεων αὐτὸς ἐδίδαξεν ἀρίστας μὲν εἶναι τὰς κατ' ἔκρουν, δευτέρας αὐτῶν τὰς πορρωτάτω τῶν πεπονθότων μορίων καὶ κάτω τοῦ σώματος.

Ἐρασῖνος ᾤκει παρὰ Βοώτου χαράδρην. πῦρ ἔλαβε μετὰ δεῖπνον, νύκτα ταραχώδης. ἡμέρην τὴν πρώτην δι' ἡσυχίης, νύκτα ἐπιπόνως. δευ- τέρῃ πάντα παρωξύνθη, ἐς νύκτα παρέκρουσε. τρίτῃ ἐπι- πόνως, πολλὰ παρέκρουσεν. τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωὶ κατήρτητο· κατενόει πάντα· πολὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ ὑποπέλια, οὖρα ἐπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. τούτῳ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι, ὑποχόνδρια μετέωρα, σύν- τασις μετ' ὀδύνης· οὖρα δὲ μέλανα ἔχοντα ἐναιωρήματα στρογγύλα· οὐχ ἱδρύετο· ἀπὸ κοιλίης δὲ κόπρανα διῄει· δίψα διὰ τέλεος οὐ λίην· σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι περὶ θάνατον [δὲ διὰ τέλεος].

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download