Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Τῷ Ἐρασίνῳ τούτῳ δὴ διὰ τέλεος, τουτέστι δι' ὅλου τοῦ νοσήματος, ἱδρὼς ἦν ἄκριτος ὑποχόνδριά τε μοχθηρῶς ἔχοντα καὶ οὖρα μέλανα. τίς δ' ἐπὶ τούτοις ἐλπὶς ἦν σωτηρίας αὐτῷ; ὥστε κἂν εὐλόγως δόξαι τις μάτην γεγράφθαι τὰ κατὰ τὸν ἄνθρωπον τόνδε διὰ τὸ πᾶσι πρόδηλον εἶναι τὸ ἐσόμενον ἐπ' αὐτοῦ. ἀλλ' ἴσως αὐτοῦ τοῦ κατὰ τὸν θάνατον τάχους παράδειγμα τὸν ἀρρωστοῦντα τοῦτον ἔγραψεν. ἐν γοῦν τῷ Προγνωστικῷ προειπών· “οἱ δὲ πυρετοὶ κρίνον- ται ἐν τῇσιν αὐτῇσιν ἡμέρῃσι τὸν ἀριθμόν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται”, κἄπειτα τοὺς πυρετοὺς εὐηθεστά- τους καὶ τὰ ἀσφαλέστατα σχόντας σημεῖα προειπὼν τεταρταίους παύ- εσθαι ἢ πρόσθεν, ἐφεξῆς εἶπεν· “οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν”. ὁ τοίνυν Ἐρα- σῖνος, καίτοι πάντ' ἔχων δεινά, μέχρι τῆς πέμπτης ἡμέρας προ- έβη, ὅτι κατὰ τὴν πρώτην εἶχε μετρίως. ἔγραψε γοῦν ἐπ' αὐτοῦ κατὰ λέξιν οὕτως· ἡμέρην τὴν πρώτην δι' ἡσυχίης. ἡ πέμπτη τοίνυν ἀπὸ τῆς ἀρχῆς, καθ' ἣν ἀπέθανε, τετάρτη γίνεται μὴ συναριθμουμένης τῆς πρώτης.

Κρίτωνι ἐν Θάσῳ ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. κατεκλίνη αὐθημερόν, φρικώδης, ἀσώδης, σμι- κρὰ ὑποθερμαινόμενος, ἐς νύκτα παρεφρόνησεν. δευ- τέρῃ οἴδημα δι' ὅλου τοῦ ποδὸς καὶ περὶ σφυρὸν ὑπέρυ- θρον [καὶ] μετὰ συντάσιος, φλυκταινίδια μέλανα, πυρετὸς ὀξύς, ἐξεμάνη. ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπό- συχνα διῆλθεν. ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.

Οὗτος ὁ ἄρρωστος ἄξιός ἐστι μνημονεύεσθαι διὰ τὸ τάχιον τῆς ἀπωλείας. εἰ δὲ προσεγέγραπτο καὶ ὁ τρόπος τοῦ θανάτου, τότ' ἂν ἡμᾶς ὁ λόγος ὠφέλησε τελέως. νυνὶ δὲ ἐξ ὧν ἔγραψεν ὅτι πλῆθος ἦν πάμπολυ φαίνεται. καὶ ὡς ὥρμησεν ἡ φύσις ἀπὸ τῶν κυρίων με- ρῶν αὐτὸ πρὸς τὸ σκέλος ἀποθέσθαι, μὴ δυναμένου δὲ τοῦ μορίου

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download