Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

δέξασθαι τὸ πᾶν, ὅσον ὑπελείπετο τοῦ περιττοῦ τούτου, παλινδρομῆ- σαν εἰς τὴν κεφαλὴν ἀνήχθη, κακοήθους δ' ὄντος αὐτοῦ παραφρο- σύνη μανιώδης ἐγένετο. τεκμήριον δὲ τῆς κακοηθείας τοῦ περιττοῦ τὸ παραχρῆμα φλυκταινίδια μέλανα γενέσθαι περὶ τὸ σφυρόν. ἄξιον οὖν ἐστι θαυμάσαι, διὰ τί τὸν ἄνθρωπον τοῦτον οὐκ ἐφλεβοτό- μησεν εὐθέως ἀρχόμενον τοῦ νοσεῖν. ἀλλ' ἴσμεν ὡς ἐπὶ τοὺς πλείστους ὧν ἔγραψεν ἀρρώστων εἰσήχθη προηκούσης ἤδη τῆς νόσου.

Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβε. ἤλγει δὲ κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ ἀρχῆς, αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ' ὄγκου οὐ λίην, σύντασις [ὀλίγη], γλῶσσα ξηρή. τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. πέμπτῃ ἐπιπό- νως. ἕκτῃ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην σμικρὰ συνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπ' ἀρχῆς καὶ μέχρι τεσσα- ρεσκαιδεκάτης λεπτά, πολλά, ὑδατόχροα διῄει. εὐφό- ρως τὰ περὶ διαχώρησιν διῆγεν, ἔπειτα κοιλίη ἐπέστη, οὖρα διὰ τέλεος λεπτὰ μέν, εὔχροα δὲ καὶ πολλά, εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἱδρύετο. περὶ δὲ ἕκτην καὶ δεκάτην οὔρησεν ὀλίγῳ παχύτερα, εἶχε σμικρὴν ὑπό- στασιν· ἐκούφισεν ὀλίγῳ, κατενόει μᾶλλον. ἑπτακαιδε- κάτῃ πάλιν λεπτά, παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ, ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, σκέλεα ἐπωδύνως εἶχεν. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα κατε- νόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυ- ρῶς· διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθ- ίστατο οὔτ' ἐξεπύει, ἤλγει δέ. περὶ πρώτην καὶ τριακο- στὴν διάρροια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριω- δέων· οὖρα παχέα οὔρησεν· κατέστη τὰ παρὰ τὰ ὦτα. τεσσαρακοστῇ ὀφθαλμὸν δεξιὸν ἤλγεεν, ἀμβλύτερον ἑώρα, κατέστη.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download