Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Οὐκ ἂν ἀνελπίστως ἐκ τοιούτων παθημάτων ἐσώθη μὲν αὕτη, εἰ μὴ ἔτυχεν οὖσα νέα καὶ ἰσχυρά· καὶ γὰρ εἴρηκεν ἅπαντα τοῦ νοσήματος σημεῖα σφαλερώτερα· καὶ θαυμάζω γ', ὅπως οὐδὲν ἔγραψε περὶ τῆς ἡλικίας αὐτῆς. καὶ μὴν μεμνῆσθαι προσήκει τῶν εἰρημένων ἕνεκα τοῦ γινώσκειν ἐν τῷ σπανίῳ διασῳζομένας τινὰς ἐγκύμονας ἐκ τοιούτων νοσημάτων ἄνευ διαφθορᾶς τῶν ἐμβρύων. ἔτι δὲ κἀκείνου μεμνῆσθαι προσήκει τοῦ τὰ τριῶν τε καὶ τεσσάρων μηνῶν δυσπα- θέστερα τῶν ἄλλων εἶναι. καὶ τοῦτο γινώσκων αὐτὸς ἐν Ἀφορισμοῖς εἶπε· “τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ τετράμηνα, καὶ ἄχρις ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι δεῖ.” τοῖς μὲν οὖν τριμήνοις καὶ τετραμήνοις παιδίοις οἵ τε δεσμοί, καθ' οὓς τῇ μήτρᾳ συμπεφύκασιν, ἀσθενεῖς εἰσι καὶ τὸ σύμπαν σῶμα μαλακόν· τοῖς δὲ τῆς ἀποκυήσεως ἐγγὺς μεγάλοις οὖσι πολλῆς δεῖ τροφῆς, ἧς ἀποροῦντα πολλάκις ἐν τοῖς ὀξέσι νοσήμασι διαφθεί- ρεται. διὸ καὶ χαλεπώτατόν ἐστι καλῶς διαιτηθῆναι τὴν κυοῦσαν νοσοῦσαν ὀξέως, ἐὰν μέγα τὸ ἔμβρυον ᾖ. εἰ μὲν γὰρ ὡς οὖσαν ἀκύμονα θέλοις αὐτὴν ἐνδεῶς τρέφειν, διαφθείρεται τὸ κυού- μενον· εἰ δ' ἐκείνου στοχαζόμενος ἐκτενέστερον προσφέρειν αὐτῇ, κίνδυνος ἀποβάλλεσθαι τῇ κυούσῃ. διὰ ταῦτα μὲν οὖν τὰ τρί- μηνα καὶ τετράμηνα μᾶλλον διασῴζονται τῶν ἄλλων. τῇ δ' οὖν νῦν προκειμένῃ κατὰ τὸν λόγον γυναικί, καίτοι τῶν οὔρων λεπτῶν καὶ οὐκ εὐχρόων ὄντων, ὅμως ἐγένετο σωθῆναι διὰ ῥώ- μην φύσεως, ἥτις ἐν τῇ πέμπτῃ νυκτὶ δι' ἱδρώτων ἔπαυσε τὸν πυρετόν. οὐ μὴν βέβαιόν γε δυνατὸν ἦν γενέσθαι τὴν κρίσιν· οὔπω γὰρ τὸ νόσημα πεττόμενον ἦν, ὥστε πολλάκις ἀλλοιοῦσθαι τὰ ση- μεῖα τῆς νόσου κατὰ τὰς ἑξῆς ἡμέρας ἄχρι τῆς ἑνδεκάτης, ἐν ᾗ πάλιν μετὰ ῥίγους ὑποστρέψασα δι' ἐμέτου καὶ ἱδρῶτος ἐκρίθη τελέως. ἐν γὰρ ταῖς ἀπὸ τῆς πέμπτης ἄχρι τῆς ἑνδεκάτης τὰ γενόμενα συμπτώματα τοῦ νευρώδους ἦν γένους, οὐ τοῦ φλεβώ- δους ἢ ἀρτηριώδους. ἐν γοῦν τῇ ἑβδόμῃ, φησί, τρόμος, ὑπεκα- ρώθη, σμικρὰ παρέκρουσε, τὰ δέ γε κατὰ τὰς φλέβας ἐπὶ τὸ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download