Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

καὶ δακνώδεϲι, ἔϲτι δ’ οἷϲι καὶ ὑδατώδεεϲ. πολλοῖϲι δὲ καὶ περίρροιαι μετὰ πόνου χολώδεεϲ, ὑδατώδεεϲ, [καὶ] ξυϲματώδεεϲ, πυώδεεϲ καὶ ϲτραγγουριώδεεϲ.

Οὐ ταῦτα μόνον ἐγένετο τότε τὰ νοϲήματά τε καὶ ϲυμπτώματα τοῖϲ Θαϲίοιϲ, ἀλλὰ καὶ ἄλλα τινά, περὶ ὧν ἐφεξῆϲ ἐρεῖ. ποικιλώ- τατα γὰρ ἐνόϲηϲαν, ἑτερογενέϲι περιπεϲόντεϲ νοϲήμαϲιν. τὸν κοινὸν δ’ οὖν λόγον, ὃϲ καὶ πρὸϲ τὸ μὴ νοϲῆϲαι πάνταϲ τοὺϲ ἐν τοιαύτῃ κατα- ϲτάϲει γενομένουϲ ἐϲτὶ χρήϲιμοϲ, ἐρῶ πρότερον, εἶθ’ ἑξῆϲ ἐπὶ τὰ κατὰ μέροϲ ἀφίξομαι νοϲήματα, ϲκοπεῖϲθαι δέον ἐν πάϲαιϲ ταῖϲ καταϲτάϲεϲι τὴν ἡλικίαν καὶ τὴν φύϲιν ἑκάϲτου τῶν ἀνθρώπων ὅπωϲ ἔχει ϲχέ- ϲεωϲ πρὸϲ τὴν κατάϲταϲιν. ἤτοι γὰρ εὐάλωτον ἢ δυϲάλωτον ἢ μετρίωϲ ἔχοντα πρὸϲ αὐτὴν εὑρήϲειϲ αὐτόν. εἶθ’ ἑξῆϲ ἁρμόϲειϲ τά τ’ ἐπιτηδεύ- ματα καὶ ϲύμπαϲαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταϲτάϲει. τὸ μὲν οὖν εὐάλωτόν τε καὶ δυϲάλωτον εἶναι τὸ ϲῶμα τοῖϲ ἔξωθεν αἰτίοιϲ εἴρηται πολλάκιϲ ἡμῖν διά τε τὴν ὁμοιότητα καὶ τὴν ἀνομοιό- τητα τῆϲ κράϲεωϲ γίνεϲθαι. τῆϲ γὰρ ὑγείαϲ ἐκ ϲυμμετρίαϲ γινομένηϲ τῶν τεττάρων ϲτοιχείων, εἴτε ποιοτήτων εἴτε δυνάμεων θέλειϲ ὀνο- μάζειν, ὑγρότητοϲ καὶ ξηρότητοϲ καὶ θερμότητοϲ καὶ ψυχρότητοϲ, ἔνια τῶν ϲωμάτων καὶ φύϲιν καὶ ἡλικίαν ἐϲτὶ δύϲκρατα. τούτοιϲ οὖν αἱ μὲν ὅμοιαι καταϲτάϲειϲ νοϲώδειϲ εἰϲίν, αἱ δ’ ἐναντίαι ϲυμφέ- ρουϲιν αὐτοῖϲ. τοῖϲ δ’ εὐκράτοιϲ ϲώμαϲιν αἱ μὲν εὔκρατοι καταϲτάϲειϲ ὑγιειναί, βλαβεραὶ δ’ αἱ δύϲκρατοι. ἀλλ’ ὥϲπερ οὐδεμία τῶν δυϲκράτων καταϲτάϲεων ἀγαθὴ τοῖϲ εὐκράτοιϲ ἐϲτίν, οὕτωϲ οὐδὲ μεγάλωϲ βλα- βερά, καθάπερ τοῖϲ δυϲκράτοιϲ. αἱ μὲν γὰρ ἰϲχυρῶϲ ὑγραὶ καὶ ψυχραὶ καταϲτάϲειϲ ἐϲχάτωϲ βλάπτουϲι τὰ δύϲκρατα ϲώματα καθ’ ὑγρότητα καὶ ψυχρότητα, καθάπερ γε καὶ αἱ ὑγραὶ καὶ [αἱ] θερμαὶ καταϲτάϲειϲ τὰϲ ὑγρὰϲ καὶ θερμὰϲ τῶν κράϲεων βλάπτουϲιν, καὶ κατὰ τὸν αὐτὸν λόγον αἱ θερμαὶ καὶ ξηραὶ τὰϲ ὁμοίαϲ. ὅϲα γὰρ ἐγγὺϲ ἤδη τοῦ νοϲεῖν ἐϲτι ϲώματα νόϲον τοιάνδε διὰ τὴν οἰκείαν δυϲκραϲίαν, τούτοιϲ ἡ νόϲοϲ ἐπικρατούϲηϲ τῆϲ δυϲκραϲίαϲ ἐξελέγχεται. τὰ δ’ ἐναντίωϲ κεκρα-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download