Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ὁ Ἱπποκράτηϲ ἐδήλωϲεν, ὑγρὰ καὶ ψυχρά, τὴν ἀρχὴν ἀπὸ φθινο- πώρου ποιηϲαμένη. διὰ τοῦτ’ οὖν ἐν μὲν αὐτῷ τῷ φθινοπώρῳ καὶ τῷ μετ’ αὐτὸν χειμῶνι μετρίωϲ διῆγον οἱ Θάϲιοι. κατὰ δὲ τὸ ἔαρ, ἐπειδὴ καὶ αὐτὸ ψυχρόν τε καὶ ὑγρὸν ἐγένετο, πρῶτοι πάντων ἐνό- ϲηϲαν οἱ ὀφθαλμοί, διότι μὴ μόνον ὑγρὸν ἦν καὶ ψυχρὸν τὸ περι- έχον, ἀλλὰ καὶ λαιλαπῶδεϲ ἔμπροϲθεν ἐγεγόνει. πληττομένουϲ οὖν ὑπὸ τῶν ψυχρῶν ἀνέμων τοὺϲ ὀφθαλμοὺϲ εἰκὸϲ ἦν πρώτουϲ τῶν ἄλλων μερῶν νοϲῆϲαι τοῦ ϲώματοϲ κατὰ τὴν τοῦ δρῶντοϲ αἰτίου φύ- ϲιν, ὥϲτ’ οὐκ ἀλόγωϲ αὐτοῖϲ ὑγρὰ καὶ ψυχρὰ ῥεύματα ϲυνέπεϲεν. ἐπειδὴ δ’ οὐκ ἤχθη πρὸϲ τὴν ἐϲχάτην ἡ κατάϲταϲιϲ ὑγρότητα καὶ ψυχρό- τητα, διὰ τοῦτο τῶν ἄλλων παθημάτων οὐδὲν ἠκολούθηϲεν, ὅϲα πλεο- νεκτούϲηϲ ἐν τῷ περιέχοντι τοιαύτηϲ κράϲεωϲ εἴωθε γίγνεϲθαι, λέγω δὲ ἀποπληξίαϲ καὶ ϲπαϲμοὺϲ καὶ παλμοὺϲ καὶ τετάνουϲ, περιπνευμο- νίαϲ τε καὶ πλευρίτιδαϲ. ἀλλ’ ὕϲτερόν γε νοϲήματα πληθωρικὰ μετὰ διαφθορᾶϲ ἐγένετο, ϲηπομένων ἤδη τῶν χυμῶν διὰ τὴν πολυχρόνιον ἔνδον μονήν. καὶ γὰρ τὰ ψυχρὰ τῶν αἰτίων πυκνοῦντα τὸ δέρμα κωλύει διαφορεῖϲθαι τοὺϲ χυμούϲ, ἥ θ’ ὑγρότηϲ ἡ ἐκ τοῦ περιέχοντοϲ οὐ μόνον οὐδὲν ἀπάγει τοῦ ϲώματοϲ, ἀλλὰ καὶ προϲδίδωϲιν. ἀμφοτέρων οὖν ὁμοῦ γενομένων ἐν τῇ προκειμένῃ καταϲτάϲει, πλῆθοϲ ἠθροίϲθη κατὰ τὰ ϲώματα τῶν νοϲηϲάντων οὐχ ὅμοιον ἅπαϲιν. οἷϲ μὲν γὰρ ἦν ἐν τῷ ϲώματι χολῶδεϲ περίττωμά τι μὴ διαφορηθέν, τοῦτο χολῶδεϲ τὸ πάθοϲ ἐποίηϲεν, οἷϲ δὲ φλεγματικὸν ἢ μελαγχολικὸν ἢ αἱματικόν, αὐτίκα καὶ τὸ πάθοϲ ἦν ὅμοιον τῷ μὴ κενωθέντι. διαφθείρεϲθαι δὲ πεφυκυίαϲ ἐν τῷ ϲώματι καὶ ϲήπεϲθαι τῆϲ τοιαύτηϲ περιουϲίαϲ, εὔλο- γον ἦν ἄλλουϲ ἄλλοιϲ ἁλῶναι νοϲήμαϲιν, πρὸϲ τῷ καὶ τὰ μέρη τοῦ ϲώματοϲ οὐχ ὁμοίωϲ διακείμενα πάνταϲ ἔχειν, ἀλλὰ τῷ μὲν ἧπαρ ἀϲθενέϲτερον εἶναι, τῷ δὲ ϲπλῆνα, τῷ δὲ γαϲτέρα, τῷ δὲ ἔντερον, τῷ δὲ ἄλλο τι. δεχομένων οὖν ἀεὶ τῶν ἀϲθενεϲτέρων μορίων τὴν ἐκ τῶν ἰϲχυροτέρων περιουϲίαν, ἀκόλουθον ἦν καὶ κατὰ τὴν τῶν τόπων φύϲιν ἄλλον ἄλλο παθεῖν τῶν Θαϲίων. αἱ μὲν οὖν δυϲεντερίαι καὶ οἱ τεινεϲμοὶ καὶ αἱ διάρροιαι καὶ λειεντερίαι ῥυέντων εἰϲ τὰ ἔν- τερα τῶν περιττῶν ἐγένοντο, δυϲουρίαι δ’ εἰϲ τὴν κύϲτιν τραπομένων, ἔμετοι δ’ ἐπὶ τὸ ϲτόμα τῆϲ γαϲτρὸϲ ἀφικομένων. ἀλλὰ ταῦτα μὲν ἔϲωθεν τοῦ ϲώματοϲ ὥρμηϲε διὰ τὴν ἐκ τοῦ περιέχοντοϲ ψῦξιν. ἐν δὲ τῷ θέρει ταῖϲ θερμοτέραιϲ κράϲεϲι τῶν ϲωμάτων ἰϲχυρά τε τὰ ἔνδον ἐχούϲαιϲ εἰκὸϲ ἦν ἱδρῶταϲ γενέϲθαι, καὶ τιϲὶ μὲν αὐτῶν ἄνευ πυρετῶν τοῦτο ϲυμβῆναι, μηδέπω ϲῆψιν ἱκανὴν ἐϲχηκυίαϲ τῆϲ περιουϲίαϲ, ἐνίοιϲ δὲ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download