Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

καὶ μετὰ τοῦ πυρέττειν. ἐν δὲ τῷ χρόνῳ προήκοντι καὶ πυρετοὺϲ γενέϲθαι ποικίλουϲ, ἄλλον ἄλληϲ ἰδέαϲ, ἐπειδὴ καὶ οἱ ϲηπόμενοι χυμοὶ διαφέροντεϲ ἦϲαν. οὐ γὰρ ἐγεννήθηϲαν ὑπὸ τοῦ περιέχοντοϲ, ἀλλ’ ἠθροίϲθηϲαν, ἅτε τῆϲ καταϲτάϲεωϲ ψυχρᾶϲ, οὐ θερμῆϲ γενομένηϲ, οἵα κατὰ τὸν ἑαυτῆϲ λόγον ἐκθερμαίνει τὸ ϲῶμα κἀν ᾗ μετὰ τὴν τοῦ κυνὸϲ ἐπιτολὴν ἀεὶ γίνεϲθαι πεφύκαϲι πυρετοὶ διακαεῖϲ. ἀλλὰ νῦν γε οὐχ ὑπ’ αὐτῆϲ πρώτωϲ ἐγένοντο τῆϲ καταϲτάϲεωϲ, ἀλλὰ διὰ μέϲηϲ τῆϲ πυκνώϲεωϲ τοῦ δέρματοϲ. ἡ μὲν οὖν ϲύνοψιϲ τῶν ἐπιδημηϲάντων τότε παθημάτων εἴρηταί μοι· πρὸϲ δὲ τὰ κατὰ μέροϲ ἤδη τρέψομαι μετὰ τοῦ καὶ τὴν λέξιν, εἴ πού τι φαίνοιτο μὴ ϲαφὲϲ ἔχειν, ἐξηγεῖϲθαι.

Ϲτραγγουριώδεεϲ, οὐ νεφριτικά, ἀλλὰ τούτοιϲιν ἄλλα ἀντ’ ἄλλων.

Καὶ διὰ τῆϲ ἕδραϲ ἐκκρίϲειϲ γίνονται μοχθηραὶ πολλάκιϲ, ἀπαθῶν μὲν τῶν κατὰ τὴν γαϲτέρα μενόντων, ἐκκαθαιρομένου δὲ δι’ αὐτῶν ὅλου τοῦ ϲώματοϲ, ὡϲ ἀποϲτάϲεωϲ οὔϲηϲ κατ’ αὐτὴν κατ’ ἔκρουν τινα κατ’ αὐτὸν τὸν Ἱπποκράτην βουλόμενον οὐ μόνον κατ’ ἀπόθεϲιν, ἀλλὰ καὶ κατ’ ἔκρουν ἀπόϲταϲιν γίνεϲθαι. οὕτωϲ οὖν καὶ διὰ νεφρῶν καὶ κύϲτεώϲ ἐϲτιν ὅτε πᾶν ἐκκαθαίρεται τὸ ϲῶμα, μηδὲν αὐτῶν τῶν ὀργάνων ἴδιον ἐχόντων πάθοϲ, ὥϲπερ ἐπὶ τῆϲ προκειμένηϲ καταϲτάϲεωϲ ἐγένετο. διὸ [τι] καὶ προελθὼν αὐτὸϲ ἐρεῖ κατὰ λέξιν· “μοῦνον δὲ χρη- ϲτὸν καὶ μέγιϲτον τῶν γενομένων ϲημείων καὶ πλείϲτουϲ ἐρρύϲατο τῶν ὄντων ἐπὶ τοῖϲι μεγίϲτοιϲι κινδύνοιϲιν, οἷϲιν ἐπὶ τὸ ϲτραγγου- ριῶδεϲ ἐτράπετο καὶ ἐϲ τοῦτο ἀποϲτάϲιεϲ ἐγίνοντο.” τοῦτ’ οὖν ἐϲτι τὸ καὶ νῦν εἰρημένον οὐ νεφριτικά, ἀλλὰ τούτοιϲιν ἄλλα ἀντ’ ἄλλων. καὶ γὰρ τῶν ἐν ὅλῳ τῷ ϲώματι περιττῶν ῥυέντων ἐπὶ νεφροὺϲ καὶ κύϲτιν, ἐκκρίϲειϲ ἐπεγίνοντο παραπλήϲιαι ταῖϲ νεφριτικαῖϲ.

Ἔμετοι φλεγματώδεεϲ, χολώδεεϲ καὶ ϲιτίων ἀπέπτων ἀναγωγαί.

Τῆϲ ἔϲω ῥεπούϲηϲ περιουϲίαϲ τῶν χυμῶν ὅϲον ἐπὶ τὴν ἕδραν ἐρρύη, διαρροίαϲ τε καὶ τεινεϲμοὺϲ καὶ δυϲεντερίαϲ καὶ λειεντερίαϲ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download