In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
αὐτίκα παλινδρομῆϲαι πρὸϲ τὸ βάθοϲ ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίϲεων εἰϲ ἀπόϲταϲιν ὥρμηϲεν.
Παρὰ δὲ τὰ ὦτα οἰδήματα νω- θρευόμενα μὴ λυόμενα καὶ οὐδὲν ἀποπέϲϲοντα.
***
Ἐϲ ἄρθρα, μάλιϲτα δὲ κατ’ ἰϲχί- ον, ὀλίγοιϲι κριϲίμωϲ ἀπολιπόντα καὶ ταχὺ πάλιν ἐπι- κρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆϲ ἕξιν.
*** τοῖϲ πλείϲτοιϲ ἐπεγένετο κατὰ τὸ ἰϲχίον. ὅτι μὲν οὖν τοῖϲ πολλοῖϲ οὔθ’ ἡ κρίϲιϲ οὔθ’ ἡ κατ’ ἀπόθεϲιν ἀπόϲταϲιϲ ἐν τοῖϲ χρονίοιϲ μάλιϲτα νοϲήμαϲι γίγνεται, καὶ ἑτέρωθι τοῦδε τοῦ ϲυγγράμ- ματοϲ παρ’ αὐτοῦ μεμαθηκότεϲ ἐκ τοῦ καθόλου καὶ νῦν ἐκ τοῦ κατὰ μέροϲ τούτου μαρτυρούμενον ἕξομεν. διὰ δὲ τὸ πολλὴν εἶναι τὴν περιουϲίαν τῶν ὠμῶν καὶ ψυχρῶν καὶ ἀπέπτων χυμῶν εἰϲ τὸ μέγι- ϲτον τῶν ἄρθρων τοῖϲ πολλοῖϲ ἀπέϲκηψεν, ἀλλ’ οὐκ ἐκρίνοντο διὰ τὸ δύϲπεπτον τῶν χυμῶν. εἰ δέ τινι καὶ ἔδοξε λωφῆϲαι, ταχὺ πάλιν ὑπέϲτρεφε (τοῦτο γάρ ἐϲτι τὸ δηλούμενον ὑπὸ τοῦ ἀπολι- πόντα) τὰ οἰδήματα, τῆϲ ἄνω φορᾶϲ γεγονυίαϲ, ὑποϲτρέψαντα δὲ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆϲ ἕξιν † ἀνέϲκαψε· καὶ γὰρ καὶ τοῦτο δη- λοῦται πρὸϲ αὐτοῦ διὰ τοῦ φάναι· καὶ ταχὺ πάλιν ἐπικρατού- μενα ἐπὶ τὴν ἐξ ἀρχῆϲ ἕξιν.
Ἔθνῃϲκον δὲ ἐκ πάντων μέν, πλεῖϲτοι δὲ ἐκ τούτων, καὶ τούτων παιδία, ὅϲα ἀπὸ γάλακτοϲ ἤδη, καὶ πρεϲβύτερα, ὀκταετέα καὶ δεκαετέα, καὶ ὅϲα πρὸ ἥβηϲ [ἦϲαν].
Τῆϲ καταϲτάϲεωϲ ἐπικρατοῦν ἐϲχηκυίαϲ μάλιϲτα τὸ ὑγρὸν (ἐπὶ πλεῖϲτον γὰρ τοῦτο τοῦ κατὰ φύϲιν ἐξετράπετο) τῆϲ τε κατὰ θερ-
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]