Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Οἱ μὲν οὖν πλεῖϲτοι τῶν νο- ϲούντων περὶ κρίϲιν ἐρρίγουν καὶ μάλιϲτα οἷϲι μὴ αἱ- μορραγίαι· ἐπερρίγουν δὲ καὶ οὗτοι καὶ ἐφίδρουν.

Ἐν τοῖϲ Περὶ ῥίγουϲ λόγοιϲ ἐδείχθη διὰ τὸν πικρόχολον χυμὸν ὁρμὴν ἔχοντα φέρεϲθαι διὰ τῶν αἰϲθητικῶν καὶ ϲαρκωδῶν ϲωμάτων ἐπὶ τὴν ἔκκριϲιν ἕπεϲθαι τὸ ῥῖγοϲ. ἐδείχθη δὲ καὶ ὅτι τῇ κινήϲει ταύτῃ κατὰ λόγον ἐϲτὶν ἀκολουθεῖν ἱδρῶταϲ, ἐνίοτε δὲ καὶ χολώ- δειϲ ἐμέτουϲ καὶ κάτω διαχωρήϲειϲ.

Ἔϲτι δ’ οἷϲιν ἴκτεροι ἑκταίοιϲιν, ἀλλὰ τούτοιϲ ἢ κατὰ κύϲτιν κάθαρϲιϲ ἢ κοιλίη ἐκταραχ- θεῖϲα ὠφέλει ἢ δαψιλὴϲ αἱμορραγία, οἷον Ἡρακλείδῃ, ὃϲ κατέκειτο παρὰ Ἀριϲτοκύδει, καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμορράγηϲε καὶ ἡ κοιλία ἐπεταράχθη καὶ κατὰ κύϲτιν ἐκαθήρατο· ἐκρίθη δὲ εἰκοϲταῖοϲ· οὐχ οἷον ὁ Φα- ναγόρεω οἰκέτηϲ, ᾧ οὐδὲν τούτων ἐγένετο· ἀπέθανεν.

Οἷϲ οὐκ ἠδυνήθη τὴν χολὴν ἡ φύϲιϲ ἐκκρῖναι, τούτοιϲ ἀθροιϲθεῖϲα κατὰ τὸ δέρμα τοὺϲ ἰκτέρουϲ εἰργάϲατο. μοχθηρὸν δὲ τὸ πρὸ τῆϲ ἑβδόμηϲ αὐτοὺϲ γενέϲθαι, καθότι κἀν τοῖϲ Ἀφοριϲμοῖϲ εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι μόνοι ἐϲώθηϲαν, ὅϲοιϲ [ἂν] ἡ φύϲιϲ ἠδυνήθη δι’ ἑτέρου τρόπου τὴν περιουϲίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνη- μόνευϲεν, ἐκκρίϲεωϲ οὔρων, γαϲτρὸϲ ἐκταράξεωϲ καὶ αἱμορ- ραγίαϲ. ἐνίοιϲ δὲ καὶ ταῦτα πάντα γενέϲθαι φηϲίν, ὥϲπερ τῷ Ἡρα- κλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοϲταῖον.

Ἡιμορράγει δὲ τοῖϲι πλείϲτοιϲι, μάλιϲτα δὲ τοῖϲι μειρακίοιϲι καὶ ἀκμάζουϲι, καὶ ἔθνῃϲκον πλεῖϲτοι τούτων, οἷϲ μὴ αἱμορραγήϲαι. πρεϲβυτέροιϲι

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download