Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

διὰ τὸ πολλὴν πλεονεξίαν τοῦ χυμοῦ τούτου γεγονέναι, κἂν εἰ [μὴ] πολλὰ χολώδη τοῖϲ οὔροιϲ ἐξεκενώθηϲαν, ἐκ τοῦ περιττεύοντοϲ ἔτι κατὰ τὸ ϲῶμα τὴν δυϲεντερίαν αὐτοῖϲ γενέϲθαι.

Περὶ δ’ ἀρκτοῦρον ἑνδεκαταίοιϲι πολλοῖϲ ἔκρινε καὶ τούτοιϲιν οὐ κατὰ λόγον γινόμεναι ὑποϲτροφαὶ ὑπέϲτρεφον. ἦϲαν δὲ καὶ κωματώδεεϲ περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνῃϲκον ἥκι- ϲτα οὗτοι πάντων.

Εὔδηλον ὅτι τῆϲ κατὰ τὸ δεύτερον ἔτοϲ ἐπιτολῆϲ ἀρκτούρου μέμνηται, γεγραμμένηϲ ἐπὶ τέλει τῆϲ διηγήϲεωϲ. αὕτη τοίνυν ἡ κατά- ϲταϲιϲ ἐγένετο νότιοϲ, τοὺϲ ὑετοὺϲ ἔχουϲα μέχρι τῆϲ φθινοπωρινῆϲ ἰϲημερίαϲ. ἐν τούτῳ δὴ τῷ χρόνῳ φηϲὶν ἑνδεκαταίουϲ πολλοὺϲ ἀϲφαλῶϲ κριθῆναι, γενομένουϲ ἅμα κωματώδειϲ διὰ τὴν νότιον δηλονότι κατάϲταϲιν. διὰ δὲ τὴν αὐτὴν ταύτην καὶ αἱ κρίϲειϲ αὐτοῖϲ ἐγένοντο βεβαιότεραι τῶν κατὰ τὸν ἄλλον χρόνον, ἡνίκα ἐπεκράτει τοῦ περιέχοντοϲ ἡ ψυχρὰ κρᾶϲιϲ, ἐν ᾗ χρονίαϲ ἔφη γενέϲθαι τὰϲ κρί- ϲειϲ. τοῦ μέντοι μεταξὺ κυνὸϲ καὶ ἀρκτούρου καιροῦ, θερμὴν καὶ ξηρὰν ἔχοντοϲ κατάϲταϲιν, οὐκ ἐμνημόνευϲεν, ἐν ᾗ μᾶλλον εἰκὸϲ ἦν ὀξέωϲ κριθῆναι πολλούϲ, ὡϲ μηδὲ τὴν ἑβδόμην ὑπερβῆναι. μή τι οὖν τοῦτο μὲν ὡϲ οἰκεῖον τοῦ καιροῦ παρέλιπε, τὰ δ’ ἐπιδημήϲαντα μόνα διέρχεται.

Περὶ δ’ ἰϲημερίην καὶ μέχρι πληιάδοϲ καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν [καὶ] οἱ καῦ- ϲοι, ἀτὰρ καὶ φρενιτικοὶ τηνικαῦτα πλεῖϲτοι ἐγίνοντο καὶ ἔθνῃϲκον τούτων οἱ πλεῖϲτοι.

Τοὺϲ καύϲουϲ καὶ τὰϲ φρενίτιδαϲ ὁ μὲν αὐτὸϲ ἐργάζεται χυμόϲ, οὐ τὸν αὐτὸν δὲ τόπον ἔχων. ἐν μὲν γὰρ ταῖϲ εὐρυχωρίαιϲ τῶν ἀγγείων περιεχομένηϲ τῆϲ ξανθῆϲ χολῆϲ ἅμα τῷ αἵματι ϲυμβαί- νει, καθ’ ὃν ἂν τόπον ἐκπυρωθῇ, τοὺϲ καύϲουϲ γίνεϲθαι, καὶ μά- λιϲτα ὅταν ἐν ταῖϲ κατὰ γαϲτέρα καὶ ἧπαρ ἢ κατὰ πνεύμονα φλεψὶν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download