Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

πούϲ, ἀφ’ ὧν χρὴ τὰϲ προγνώϲειϲ ποιεῖϲθαι. κοινὴν μὲν οὖν φύϲιν ὀνομάζει τὴν ἁπάντων ἀνθρώπων, ἰδίαν δὲ τὴν καθ’ ἕκαϲτον ἡμῶν. ὅτι μὲν ἐξ ἀμφοτέρων δεῖ ποιεῖϲθαι τὰϲ διαγνώϲειϲ καὶ προ- γνώϲειϲ, ἀϲφαλέϲτεραι δ’ εἰϲὶν αἱ ἐκ τῆϲ ἰδίαϲ φύϲεωϲ γιγνό- μεναι, μεμάθηκαϲ ἐν τῷ Προγνωϲτικῷ κἀν τῷ Περὶ ἀγμῶν τε καὶ Περὶ ἄρθρων ἔτι τε κἀν τῷ Περὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, ἃ καὶ αὐτὰ προεξηγηϲάμεθα. κελεύων οὖν ἀεὶ παραβάλλειν τὸ πεπονθὸϲ μό- ριον τῷ κατὰ φύϲιν ἔχοντι, προϲέθηκε τῷ λόγῳ τὸ “μὴ τὰ ἀλλότρια καθορᾶν.” οὕτωϲ δὲ κἀπειδὰν φῇ· “ϲκέπτεϲθαι δὲ χρὴ ὧδε ἐν τοῖϲ ὀξέϲι νοϲήμαϲι, πρῶτον μὲν τὸ πρόϲωπον τοῦ νοϲέοντοϲ, εἰ ὅμοιόν ἐϲτι τοῖϲι τῶν ὑγιαινόντων, μάλιϲτα δ’ εἰ αὐτὸ ἑωυτῷ (οὕτω γὰρ ἂν εἴη ἄριϲτον).” καὶ ἔϲτ’ ἄν γε τὸ ἴδιον ἑκάϲτου τῶν νοϲούντων ἐπι- ϲτώμεθα χρῶμα καὶ μέγεθοϲ, οὐδὲν τοῦ κοινοῦ δεόμεθα. διὰ δὲ τὸ μὴ προγινώϲκειν ἡμᾶϲ ἅπανταϲ ἀνθρώπουϲ ὅπωϲ εἶχον φύϲεωϲ, ἀλλ’ ἐξαίφνηϲ πολλάκιϲ ἐπ’ ἀρρώϲτουϲ ἀγνώϲτουϲ καλεῖϲθαι, τὴν ἀρχὴν τῆϲ τε διαγνώϲεωϲ τῶν παρόντων καὶ τῆϲ τῶν ἐϲομένων προ- γνώϲεωϲ ἀπὸ τῶν κοινῶν ποιούμεθα. “οἷϲ γὰρ μήτε ῥὶϲ ὀξεῖα μήτ’ ὀφθαλμοὶ κοῖλοι μήτε κρόταφοι ξυμπεπτωκότεϲ εἶεν”, οὐδὲν ἐρωτῶμεν οὐδένα περὶ τοῦ νοϲοῦντοϲ. εἰ δὲ ῥὶϲ μὲν ὀξεῖα, ὀφθαλμοὶ δὲ κοῖλοι κρόταφοί τε ξυμπεπτωκότεϲ φαίνονται, τηνικαῦτα ἐρωτῶμεν, ὅπωϲ διέκειτο κατὰ φύϲιν ἔχων. οὕτω δὲ κἀκ τοῦ νοϲήματοϲ αἱ προ- γνώϲειϲ γίνονται τῶν μελλόντων ἔϲεϲθαι. δέδεικται γάρ ϲοι διὰ πλει- όνων ἔν τε τοῖϲ Περὶ κρίϲεων καὶ τοῖϲ Εἰϲ ἀφοριϲμοὺϲ ὑπομνήμαϲι τριταῖοϲ μὲν ἀκριβὴϲ ταχυκρίϲιμοϲ ὤν, τεταρταῖοϲ δὲ χρόνιοϲ, ἀμφό- τεροι δ’ ἀκίνδυνοι, φρενῖτιϲ δὲ καὶ λήθαργοϲ ἄμφω κινδυνώδη καὶ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download