Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ᾧ διάθεϲίϲ τίϲ ἐϲτιν ὀδυνώδηϲ ἐν βάθει. πολλάκιϲ δὲ καὶ πύου περι- εχομένου κατὰ τὸ μόριον ἤ τινοϲ ἄλλου δριμέοϲ χυμοῦ τίλλουϲι τὸ μέροϲ, ὥϲπερ γε καὶ λόγῳ παραφροϲύνηϲ ἔϲτιν ὅτε. τὸ δὲ κνη- ϲμοῖϲι μετὰ τοῦτο γεγραμμένον ἐνδείκνυται χυμοὺϲ ὀδαξῶνταϲ εἶναι κατὰ τὸ δέρμα, δι’ οὓϲ κνῶνται.

περὶ δὲ δακρύων ἐμάθομεν ἤδη τῶν ἑκουϲίων τε καὶ ἀκου- ϲίων, ὁποῖόν τι ϲημαίνειν ἑκάτερα πέφυκεν, ὥϲπερ γε καὶ περὶ τῆϲ ἰδέαϲ τῶν παροξυϲμῶν, ἀλλὰ καὶ περὶ τῆϲ τῶν διαχωρημά- των καὶ οὔρων καὶ πτυέλων καὶ τῶν ἐμουμένων αὐταρκέϲτατα διὰ τοῦ Προγνωϲτικοῦ δεδήλωται, μετὰ τοῦ καὶ κατὰ τοὺϲ Ἀφορι- ϲμοὺϲ εἰρῆϲθαι πολλάκιϲ καὶ κατὰ τὸ Προρρητικόν.

ἐφεξῆϲ δὲ λέγοντοϲ αὐτοῦ καὶ ὅϲαι ἐξ οἵων εἰϲ οἷα δια- δοχαὶ νοϲημάτων καὶ ἀποϲτάϲειϲ ἐπὶ τὸ ὀλέθριον καὶ κρίϲιμον, ἀναμιμνῄϲκεϲθαι χρὴ κἀνταῦθα τῶν προδιδαχθέντων, ἐν οἷϲ προεξηγήμεθα. διαδοχαὶ γοῦν ὀλέθριοί τε καὶ κρίϲιμοι γίνονται νοϲημάτων κατά τε τὴν τῶν νόϲων αὐτῶν διαφορὰν καὶ τοὺϲ πάϲχονταϲ τόπουϲ. ἡ μὲν γὰρ εἰϲ ἐπιεικέϲτερα νοϲήματα καὶ τό- πουϲ ἀκυροτέρουϲ διαδοχὴ ϲωτήριοϲ, ἡ δ’ εἰϲ χαλεπώτερά τε νοϲή- ματα καὶ τόπουϲ κυριωτέρουϲ ὀλέθριοϲ. οὕτω δὲ καὶ ἀποϲτάϲειϲ αἱ μὲν κατ’ ἔκρουν ἀμείνουϲ, αἱ δὲ κατ’ ἀπόθεϲιν ἧττον ὠφέλιμοι. τούτων δ’ αὐτῶν αἱ μὲν πορρωτέρω τε τοῦ κάμνοντοϲ τόπου καὶ εἰϲ ἄκυρα μόρια τοῦ πάϲχοντοϲ ἀγαθαί, αἱ δ’ ἐναντίαι τούτων μοχ- θηραί.

καὶ μὴν καὶ τὰ τούτων ἐφεξῆϲ εἰρημένα κατὰ τὸ ϲύγγραμμα πᾶν ἐπὶ πλεῖϲτον ἐξειργάϲμεθα δι’ ὧν προεξήγημαι βιβλίων. ἐν μὲν γὰρ τοῖϲ Εἰϲ τοὺϲ ἀφοριϲμοὺϲ κἀν τοῖϲ Εἰϲ τὸ προγνωϲτικὸν περί τε

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download