Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Πλάνητεϲ δὲ πυρετοὶ καὶ τε- ταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗϲι περιόδοιϲι κρίνονται, ϲκεπτέον.

Οὐδὲ περὶ τούτων ἐπιζητεῖ κατὰ τὸ Προγνωϲτικόν· καὶ γὰρ καὶ οἱ πλάνητεϲ τοὺϲ κατὰ μέροϲ παροξυϲμοὺϲ ἀτάκτουϲ ἔχουϲιν, ἀλλὰ διά γε τῶν κατὰ τὰϲ κριϲίμουϲ ἡμέραϲ φαινομένων ϲημείων ἡ κρίϲιϲ αὐτῶν προγινώϲκεται. περὶ δὲ τῶν εἰϲ ἀπυρεξίαν ληγόντων περιόδων, οἷαίπερ αἱ τῶν τριταίων εἰϲὶ καὶ τῶν τεταρταίων, ἐδείχθη τοῖϲ πολλοῖϲ τῶν ἰατρῶν θεώρημα ἀγνοούμενον, οὗ διὰ παντὸϲ ἐπει- ράθημεν ἐπὶ τῶν ἀρρώϲτων. οὐ γὰρ ταῖϲ ἀπὸ τῆϲ ἀρχῆϲ ἡμέραιϲ προϲέχειν χρὴ τὸν νοῦν οὐδὲ ταύταϲ ἀριθμεῖν ἁπλῶϲ ἐφεξῆϲ, ἀλλὰ τοὺϲ παροξυϲμούϲ, ὥϲπερ ἐπὶ τριταίου τοῦ ἀκριβοῦϲ αὐτὸϲ εἶπε κατὰ τοὺϲ Ἀφοριϲμούϲ· “τριταῖοϲ ἀκριβὴϲ ἐν ἑπτὰ περιόδοιϲι κρί- νεται τὸ μακρότατον.” ὡϲ γὰρ οὗτοϲ ἐν ἑπτὰ περιόδοιϲ κρίνεται, κατὰ τὸν αὐτὸν λόγον ἄλλοϲ μὲν ἐν ἐννέα περιόδοιϲ, ἄλλοϲ δ’ ἐν ἕνδεκα καὶ οὕτωϲ ἐφεξῆϲ [ὁ] κατὰ τὸν ἀριθμὸν τῶν κρινουϲῶν ἡμε- ρῶν. καὶ περὶ τῶν τεταρταίων ὁ αὐτὸϲ λόγοϲ. ἐν γοῦν τῷ Προ- γνωϲτικῷ φηϲι· “γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάϲταϲιϲ ἐκ τούτου τοῦ κόϲμου.” ἐμοῦ δὲ κατὰ ταύτην τὴν θεωρίαν προειπόντοϲ ἐπ’ Εὐδήμου τοῦ φιλοϲόφου τρεῖϲ τεταρταίουϲ ἔχοντοϲ ἕνα μὲν ἐξ αὐτῶν πρῶτον παύϲεϲθαι πυρετὸν ἐν ταῖϲδε ταῖϲ ἡμέραιϲ παροξυνόμενον καὶ μετὰ τοϲάϲδε περιόδουϲ· ἐπεὶ δ’ οὗτοϲ ἐπαύ- ϲατο, δεύτερον ἄλλον ἐν τῇδε τῇ ἡμέρᾳ, κἄπειτα καὶ τὸν τρίτον ὁμοίωϲ προειπόντοϲ, ἐκ μαντικῆϲ ἔφαϲαν λέγεϲθαι ταῦτα καὶ οὐκ ἐξ ἰατρικῆϲ θεωρίαϲ, καίτοι τοὺϲ μάντειϲ οὐδέποτ’ ἀληθῶϲ ὁρῶντεϲ ἐπ’ ἀρρώϲτου προειπόνταϲ ἐν Ῥώμῃ· (τῶν γὰρ ἐν ταῖϲ ἄλλαιϲ πόλεϲιν οὐ πεπείραμαι.) ϲὺν θεῷ δ’ εἰπεῖν, ἡμεῖϲ οὐδέποτε ἀπετύχομεν ἐν οὐδεμιᾷ προρρήϲει. καὶ ϲὺ τοίνυν, ἐὰν ἀϲκήϲῃϲ ϲαυτὸν ἐν τοῖϲ εἰρη- μένοιϲ περὶ κρίϲεωϲ, Ἱπποκράτουϲ τε καὶ τῆϲ τέχνηϲ ἄξιοϲ ἔϲῃ. ταῦτα μὲν εἰρήϲθω μοι κατὰ τὸ πάρεργον, ἐπὶ δὲ τὴν προκειμένην ἐξήγηϲιν αὖθιϲ ἴωμεν. ὥϲπερ γὰρ ἅπαντα τὸν περὶ τῶν κριϲίμων ἡμε- ρῶν λόγον ἀκριβῶϲ διωρίϲατο κατὰ τὸ Προγνωϲτικόν, οὕτω καὶ τὸν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download