Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

γοῦν ἐπιτέλλοντοϲ ὡϲ τὸ πολὺ ϲὺν ἀνέμοιϲ ψυχροῖϲ ὑετὸϲ γίνεται κἀντεῦθεν ἤδη τὸ φθινόπωρον μὲν ἄρχεται, παύεται δὲ τὸ θέροϲ. εἶτ’ ἐν τῷ μετὰ ταῦτα χρόνῳ κατὰ βραχὺ καὶ ἀνεπαιϲθήτωϲ γινο- μένηϲ τῆϲ ἐπὶ τὸ ψυχρότερον μεταβολῆϲ ἡ τῆϲ πλειάδοϲ δύϲιϲ αἰϲθη- τὴν ἐργάζεται τὴν τροπὴν ἐντεῦθέν τε πάλιν ὁ χειμὼν ὁμοίωϲ ἐπὶ τὴν ἐαρινὴν ἰϲημερίαν ἀφικνεῖται, καί ποτε μὲν ὁμοία προϲθήκη μέχρι πλειάδοϲ ἐπιτολῆϲ γίνεται, πολλάκιϲ δ’ αἰϲθητὴ μέν τιϲ ἐν τῷ περὶ τὴν ἰϲημερίαν χρόνῳ, ϲύμμετροϲ δέ. καὶ μέντοι καὶ μετὰ τὴν τῆϲ πλειάδοϲ ἐπιτολὴν αὐξάνεται τὸ θερμὸν καὶ τὸ ξηρὸν ἄχρι κυνὸϲ ἐπιτολῆϲ ϲυμ- μέτρωϲ καὶ κατὰ βραχύ, ἐλθόντοϲ τε τούτου γενήϲεται νότια μὲν ὀλίγα, ἐπ’ αὐτοῖϲ δ’ ὑετοὶ † ἐπίϲηϲ τοῖϲ ἐτηϲίοιϲ πνεύμαϲιν ἄχρι τῆϲ κατὰ τὸν ἀρκτοῦρον ἐπιτολῆϲ. καὶ τοίνυν ἥ τε πεῖρα καὶ ὁ λόγοϲ ἡμᾶϲ ἐδίδαξεν, ὅταν οὕτωϲ αἱ ὧραι τοῦ ἔτουϲ προέρχωνταί τε καὶ εἰϲ ἀλλήλαϲ μεταβάλλωϲι, μήτε λοιμόν τινα μήθ’ ὅλωϲ ἐπιδήμια νοϲήματα γινόμενα, μόναϲ δὲ τὰϲ ὀνομαζομέναϲ ὑπ’ αὐτοῦ ϲποράδαϲ νόϲουϲ, τὰϲ κατὰ τὴν δίαιταν ἑπομέναϲ. ἐπειδὴ δὲ καθ’ ἑκάϲτην τῶν ὡρῶν ἴδιοϲ μὲν ἐπικρατεῖ χυμόϲ, ὡϲ αὐτὸϲ ἐδίδαξε, τοῦ μὲν χειμῶνοϲ τὸ φλέγμα, τοῦ δὲ ἦροϲ τὸ αἷμα, τοῦ δὲ θέρουϲ ἡ πικρὰ χολή, φθινο- πώρου δὲ ἡ ὀξεῖα, διὰ τοῦτο τοῖϲ κακῶϲ διαιτωμένοιϲ οὐ τὰ αὐτὰ πλεονάζουϲι νοϲήματα κατὰ πάϲαϲ τὰϲ ὥραϲ, ἀλλὰ ὡϲ αὐτὸϲ ἐδί- δαξε “τοῦ μὲν ἦροϲ τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ ἐπιληπτικὰ καὶ αἵματοϲ ῥύϲιεϲ” καὶ τἄλλα, ὅϲα τούτων ἐφεξῆϲ καταλέγει, τοῦ δὲ θέρουϲ † ἔτουϲ *** ὁμοίωϲ καὶ τοῦ φθινοπώρου, χειμῶνοϲ δ’ ἄλλα γινό- μενα μὲν ἐκ τῶν κατὰ τὴν δίαιταν ἁμαρτημάτων, ὑπαλλαϲϲόμενα δὲ ταῖϲ ἰδέαιϲ διά τε τὴν ὥραν τοῦ ἐνιαυτοῦ καὶ τὴν ἡλικίαν τοῦ ἁλι- ϲκομένου καὶ φύϲιν. ἐπειδὴ γὰρ καὶ κατὰ τὰϲ φύϲειϲ καὶ κατὰ τὰϲ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download