Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ψυχρότεροϲ. ἄκουϲον οὖν ἑξῆϲ, ὡϲ καὶ περὶ τούτων ἐν Ἀφοριϲμοῖϲ ἔγραψεν ἀρξάμενοϲ ὧδε· “νότοι βαρυήκοοι, ἀχλυώδειϲ, καρηβαρικοί, νωθροί, διαλυτικοί. ὅταν οὗτοϲ δυναϲτεύῃ, τοιαῦτα ἐν τῇϲιν ἀρρω- ϲτίῃϲι πάϲχουϲιν. ἢν δὲ βόρειον ᾖ, βῆχεϲ, φάρυγγεϲ, κοιλίαι ϲκληραί, δυϲουρίαι φρικώδειϲ, ὀδύναι πλευρέων, ϲτηθέων· ὅταν οὗτοϲ δυνα- ϲτεύῃ, τοιαῦτα ἐν τῇϲιν ἀρρωϲτίῃϲι προϲδέχεϲθαι.” ταῦτα μὲν οὖν αὐτῷ λέλεκται περὶ τῶν ἰϲχυρῶν νοτίων καὶ βορείων καταϲτάϲεων τῶν ἐν πλείονι χρόνῳ γινομένων. ἐνδείκνυται γὰρ ταύτην τὴν γνώμην διὰ τοῦ δυναϲτεύειν ὀνόματοϲ, ὡϲ οὐκ ἂν ὑπὲρ ἀνέμου τινὸϲ ἐπὶ τοῦ ἦροϲ οὔτ’ ἐν βραχεῖ χρόνῳ πνεύϲαντοϲ οὔτ’ ἐπὶ πλείοϲιν ἡμέραιϲ, ἀλλ’ † ἀϲθενοῦϲ εἰπὼν τοῦτο τοὔνομα. περὶ δὲ τῶν ἐφημέρων νοτίων τε καὶ βορείων πνευμάτων ἄκουϲον αὖθιϲ ἃ λέγει· “αἱ μὲν καθημεριναὶ καταϲτάϲιεϲ αἱ μὲν βόρειοι τά τε ϲώματα ϲυνιϲτῶϲι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουϲι καὶ τὰϲ κοι- λίαϲ ξηραίνουϲι καὶ τὰ ὄμματα δάκνουϲι καὶ περὶ τὸν θώρακα ἄλγημα, ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουϲιν. αἱ δὲ νότιοι διαλύουϲι τὰ ϲώματα καὶ ὑγραίνουϲι καὶ βαρυηκοΐαϲ καὶ καρηβαρίαϲ καὶ ἰλίγγουϲ ἐμποι- έουϲιν ἔτι τοῖϲ ὀφθαλμιῶϲιν καὶ ἐν τῷ ϲώματι δυϲκινηϲίαν καὶ τὰϲ κοιλίαϲ ὑγραίνουϲιν.” εἴρηται δὲ ἐν Ἀφοριϲμοῖϲ ὑπ’ αὐτοῦ καὶ ἄλλα γέ τινα περί τε φύϲεωϲ ὡρῶν καὶ τῆϲ ἀθρόαϲ εἰϲ ἀλλήλαϲ μεταβολῆϲ, ὧν ἕκαϲτον κατὰ τὸν προϲήκοντα καιρὸν μνημονεύϲομεν. ἐν δὲ τῷ παρόντι τοῦτο μόνον ἀρκεῖ διδαχθὲν[ταϲ] τὰϲ [πρώταϲ] ϲτοιχειώδειϲ δυνάμειϲ τῶν καταϲτάϲεων ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτουϲ εἰρῆϲθαι, καθ’ ἃϲ χρὴ περὶ παϲῶν τῶν ὁπωϲοῦν γενομένων καταϲτάϲεων ὁδῷ καὶ τάξει προϊόνταϲ ἡμᾶϲ ἐξευρίϲκειν, ὁποῖά τέ τινα γενήϲεται νοϲή- ματα καὶ ὅπωϲ αὐτὰ ϲυνίϲταϲθαι κωλυτέον ἐϲτὶν ἢ ϲυϲτάντα θερα- πευτέον· οὗτοϲ γὰρ μέγιϲτοϲ καρπὸϲ τῆϲ ἐνεϲτώϲηϲ πραγματείαϲ. ἐν δὲ τοῖϲ ϲτοιχειώδεϲι τούτων ἔϲτι καὶ ἡ χώρα ϲυνενδεικνυμένη καὶ αὐτή τι πρὸϲ τὴν τῶν νοϲημάτων γένεϲιν, ὥϲπερ ἥ τε φύϲιϲ ἑκάϲτου

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download