Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

θερμὸν καὶ ξηρόν, τὴν ὠχρὰν χολήν, οὕτωϲ, ὁπότε νεφελῶδέϲ ἐϲτι τὸ περιέχον, ἐπικρατεῖ τιϲ τῶν χυμῶν ἐν μὲν ταῖϲ φλεγματικαῖϲ φύϲεϲι καὶ ἡλικίαιϲ τὸ ὁμιχλῶδέϲ τε καὶ νεφελῶδεϲ, ὡϲ ἂν εἴποι τιϲ, φλέγμα, κατὰ δὲ τὰϲ πικροχόλουϲ αὖ πάλιν ἡ ὁμιχλώδηϲ τε καὶ νεφε- λώδηϲ χολή. διὰ παντὸϲ μὲν γὰρ ἀπορρεῖ τι τοῦ ϲώματοϲ ἡμῶν ἀτμῶ- δεϲ, ἀλλ’ ἐν μὲν ταῖϲ ξηραῖϲ καταϲτάϲεϲι πλεῖϲτον, ἐν δὲ ταῖϲ ὑγραῖϲ ὀλίγιϲτον. ἀθροιζόμενον οὖν ἔνδον τοῦτο παραπλήϲιον ὁμίχλῃ καὶ ἀχλύι τὸ ϲύμφυτον ἡμῖν ἐργάζεται πνεῦμα· ὁποῖον γάρ ἐϲτιν ἐν τῷ περι- έχοντι τὰ ζῷα τὸ ὁμιχλῶδεϲ, τοιοῦτοϲ τοῦ πνεύματοϲ ὁ ἀτμόϲ, ὥϲτε κἀνταῦθα θαρρήϲαϲ ἂν εἴποι τιϲ ἐν τοιαύτῃ καταϲτάϲει γίνεϲθαι τῷ ἐν ἡμῖν πνεύματι ταὐτὸ καὶ τῇ ὁμίχλῃ καὶ ἀχλύι. καὶ μὴν ὅταν ὁμίχλη τιϲ ἢ ἀχλὺϲ ἐν ἑνὶ χρόνῳ ϲυμπάϲχῃ δύο ταυτὶ τὰ παθήματα, τό τ’ ἀναφέρεϲθαι καὶ τὸ πιλοῦϲθαι, νεφέλη γίνεται λευκή τε καὶ μέλαινα. ἄνευ μὲν γὰρ ὑγρότητοϲ βορείου τοῦ ἀέροϲ ἀκριβῶϲ ὄντοϲ οὐκ ἄν ποτε γένοιτο νέφοϲ· ἤτοι δὲ λαμπρὸν ἢ μέλαν ἀποτελεῖται τοῦτο δι’ ἀραίωϲιν ἢ πίληϲιν. ἀραιούμενον γοῦν τὸ νέφοϲ εἰϲ ἑαυτὸ καταδέχεται τὸ τοῦ ἡλίου φῶϲ καὶ διὰ τοῦτο φαίνεται λαμπρόν, ὡϲ ἂν ἐλλαμ- πούϲηϲ ἐν αὐτῷ τῆϲ ἡλιακῆϲ αὐγῆϲ, ὥϲπερ ἐν τοῖϲ διαφανέϲι ϲώ- μαϲιν. πιληθέντοϲ δὲ καὶ πυκνωθέντοϲ τοῦ νέφουϲ οὐ διειϲέρχεται μὲν αὐτὸ τὸ ἡλιακὸν φῶϲ, μέλαν δὲ εἰκότωϲ φαίνεται τὸ τοιοῦτον, ὥϲπερ καὶ αὐτὸϲ ὁ ἀὴρ τῆϲ νυκτόϲ, ἀπολιπόντοϲ αὐτὸν τοῦ παρ’ ἡλίου φωτόϲ. καὶ φαίνεται δὲ ϲαφῶϲ ὁμίχλη πολλάκιϲ μὲν ἐπὶ τὴν γῆν καταρρέ- ουϲα καὶ καλεῖται τὸ τοιοῦτον δρόϲοϲ, ἐνίοτε δὲ εἰϲ ὕψοϲ αἰρομένη καὶ προφανῶϲ γινομένη νέφοϲ ἤτοι λευκὸν ἢ μέλαν, λευκὸν μέν, ὅταν, ὡϲ εἶπον, εἰϲ ὅλον αὑτὸ δέξηται τὴν ἡλιακὴν αὐγήν, μέλαν δέ, ἐπει- δὰν μηδ’ ὅλωϲ ὑποδέξηται. τὰ δ’ ἄλλα τὰ μεταξὺ τούτων χρώματα κατὰ τὸ ποϲὸν τῆϲ κεραννυμένηϲ αὐγῆϲ τὰ νέφη λαμβάνει. καί ϲοι τάχα δόξει διαφέρεϲθαι πρὸϲ ἑαυτὸν ὁ λόγοϲ, ἀναφέρεϲθαί τε λέγων εἰϲ ὕψοϲ τὴν ὑγρότητα καὶ πιλοῦϲθαι. τὸ μὲν γὰρ ἀναφέρεϲθαι θερ- μότητοϲ ἔργον ἐϲτί, τὸ δὲ πιλοῦϲθαι ψυχρότητοϲ. ἀδύνατον δέ ἐϲτι ταὐτὸν ἅμα θερμὸν εἶναι καὶ ψυχρόν. ἀλλ’ ἐὰν ἐννοήϲῃϲ αὐτὴν μὲν τὴν ἀναφερομένην ἀτμίδα θερμὴν εἶναι καὶ διὰ τοῦτο πρὸϲ τὸ μετέω- ρον αἴρεϲθαι, τὸν δ’ ὑποδεχόμενον αὐτὴν ἀέρα ψυχρόν, οὐκέτι ἀπο- ρήϲειϲ, ὅπωϲ ἀναφέρεταί τε ἅμα καὶ πιλεῖται. τὸ μὲν γὰρ ἀναφέρε-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download