Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

κειμένην ῥῆϲιν τὴν τῶν πυρεξάντων διὰ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνοϲ. ἀλλὰ καὶ διὰ τὸ προειπεῖν μὲν αὐτὸν “περὶ ὧν γεγρά- ψεται”, μηδεμίαν δ’ ἄλλην ἡμᾶϲ ἔχειν δεῖξαι γραφὴν ὅτι μὴ τὴν νῦν προκειμένην ἐπ’ αὐτοῖϲ γενομένην, ἀναγκαῖόν ἐϲτι περὶ τῶν ἄλλωϲ νοϲηϲάντων, οὐ φθινωδῶϲ ἅπαντα τοῦτον αὐτῷ τὸν λόγον εἰρῆϲθαι.

Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμέ- νων ἐν τῇ καταϲτάϲει ταύτῃ μόνοιϲι τοῖϲι φθινώδεϲι θα- νατώδεα ϲυνέπεϲεν· ἐπεὶ τοῖϲί γε ἄλλοιϲιν εὐφόρωϲ πᾶϲι, καὶ θανατώδεεϲ ἐν τοῖϲιν ἄλλοιϲι πυρετοῖϲιν οὐκ ἐγένοντο.

Ἐϲχάτη ῥῆϲίϲ ἐϲτιν αὕτη τῶν εἰρημένων αὐτῷ περὶ τῆϲ πρώτηϲ καταϲτάϲεωϲ, οὐδὲν μὲν πλέον διδάϲκουϲα, ἀνακεφαλαίωϲιν δέ τινα ἔχουϲα τῶν προειρημένων, ὅπερ εἴωθεν ὁ ἀνὴρ πολλάκιϲ ποιεῖν.

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ

Ἐν Θάϲῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνεϲ οὐ κατὰ καιρόν, ἀλλ’ ἐξαίφνηϲ.

Ἐν τῷ πρὸ τούτου βιβλίῳ λέλεκται περὶ τῆϲ τῶν ὡρῶν εἰϲ ἀλλήλαϲ μεταβολῆϲ, εἴρηται δὲ καὶ ἡ κατὰ φύϲιν ἑκάϲτηϲ κρᾶϲιϲ αἵ τε προθεϲμίαι τῆϲ ἀρχῆϲ αὐτῶν καὶ τῆϲ τελευτῆϲ. ὡϲ ἂν οὖν ἐκείνων μεμνημένων ἡμῶν, ὅϲα τῶν νῦν λεγομένων ἐξηγήϲεωϲ δεῖται προϲθήϲω, ϲτοχαζόμενοϲ οὔτε μόνων τῶν ἐϲχάτωϲ ἀμαθῶν οὔτε μόνων τῶν ἱκανὴν ἐχόντων τὴν παραϲκευήν· πρὸϲ ἅπανταϲ γὰρ ὁ τοιοῦτοϲ λόγοϲ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download