Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ϲτάϲεωϲ τριττῆϲ χρήϲεωϲ, τοῦ Ἱπποκράτουϲ εἰπόντοϲ ἐξ ἄλ- λων πυρετῶν καὶ νοϲημάτων ἀποϲτάϲειϲ εἰϲ τεταρταίουϲ γεγονέναι. φαίνεται γὰρ οὐ μόνον κατ’ ἀπόθεϲιν καὶ κατ’ ἔκρουν ἀποϲτάϲειϲ τινὰϲ ὀνομάζων, ἀλλὰ καὶ κατὰ μετάϲταϲιν ἐξ ἑτέρου νοϲήματοϲ εἰϲ ἕτερον.

Ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ καὶ πλάνητεϲ πολλοὶ πολλοῖϲι καὶ πολὺν χρόνον παρέ- μενον ὀρθοϲτάδην τε καὶ κατακειμένοιϲιν.

Οὐ μόνον οὗτοι τῷ λόγῳ τοῦ πλήθουϲ τῶν περιττωμάτων, ἀλλὰ καὶ τῇ τῆϲ καταϲτάϲεωϲ κράϲει τὴν γένεϲιν ἔχοντεϲ εἰκότωϲ ἐγένοντο πολλοί τε καὶ πολλοῖϲ. ἡ γὰρ ὑγρά τε καὶ ψυχρὰ κατά- ϲταϲιϲ, ὥϲπερ ὁ χειμών, φλεγματώδη γεννᾷ χυμόν, ἐφ’ ᾧ τοὺϲ ἀμ- φημερινοὺϲ καὶ νυκτερινοὺϲ ἐδείξαμεν γίνεϲθαι πυρετούϲ. οἱ πλάνητεϲ δὲ ποικιλωτέρων χυμῶν ἐδείχθηϲαν ἔκγονοι. θαυμαϲτὸν δ’ οὐδέν, εἰ πολλῷ χρόνῳ παρέμενον οἱ τοιοῦτοι πυρετοί, τῆϲ καταϲτάϲεωϲ ὑγρᾶϲ καὶ ψυχρᾶϲ ὑπαρχούϲηϲ καὶ διὰ τοῦτο μηδὲ πέτ- τεϲθαι τοὺϲ χυμοὺϲ ἐπιτρεπούϲηϲ, καὶ μάλιϲτα ὡϲ χρονίουϲ διὰ τὴν φύϲιν ὄνταϲ καὶ δυϲπέπτουϲ διὰ τὴν ψῦξιν.

Τοῖϲι πλείϲτοιϲι τούτων ὑπὸ πληιάδα καὶ μέχρι χειμῶνοϲ οἱ πυρετοὶ παρείποντο.

Πρόδηλόν ἐϲτιν, ὅτι τῆϲ πλειάδοϲ οὐ τῆϲ ἐν τῇ νῦν καταϲτά- ϲει δύϲεωϲ ἐμνημόνευϲεν, ἀλλὰ τῆϲ μετὰ τὴν ὅλην κατάϲταϲιν ἐν τῷ δευτέρῳ ἔτει, καθότι καὶ πρόϲθεν ἐλέγομεν. ἐπὶ τέλει γὰρ ἐκείνηϲ τῆϲ καταϲτάϲεωϲ ἔγραψε· “ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοιϲι πολλὰ πάλιν ὕδατα.” καὶ μετὰ τοῦτο δὲ περὶ τῆϲ ὕϲτερον καταϲτάϲεωϲ οὐ-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download