Ars Poetica (Poetics)
Bekker 1837
καὶ ἄλλως ὑπὸ τῶν συβοτῶν· εἰσὶ γὰρ αἱ μὲν πίστεως
ἕνεκα ἀτεχνότεραι, καὶ αἱ τοιαῦται πᾶσαι, αἱ δὲ ἐκ περιπετείας,
ὥσπερ ἡ ἐν τοῖς Νίπτροις, βελτίους. Δεύτεραι δὲ αἱ
πεποιημέναι ὑπὸ τοῦ ποιητοῦ, διὸ ἄτεχνοι· οἷον Ὀρέστης ἐν
τῇ Ἰφιγενείᾳ ἀνεγνώρισε τὴν ἀδελφήν, ἀναγνωρισθεὶς ὑπ᾿
ἐκείνης· ἐκείνη μὲν γὰρ διὰ τῆς ἐπιστολῆς, ἐκεῖνος δὲ διὰ
σημείων. Ταῦτα οὖν αὐτὸς λέγει ἃ βούλεται ὁ ποιητής,
ἀλλ᾿ οὐχ ὁ μῦθος. Διὸ ἐγγὺς τῆς εἰρημένης ἁμαρτίας
ἐστίν· ἐξῆν γὰρ ἂν ἔνια καὶ ἐνεγκεῖν. Καὶ ἐν τῷ Σοφοκλέους
Τηρεῖ ἡ τῆς κερκίδος φωνή. Τρίτη δὲ ἡ διὰ μνήμης,
τῷ αἰσθέσθαι τι ἰδόντα, ὥσπερ ἡ ἐν Κυπρίοις τοῖς
Δικαιογένους, ἰδὼν γὰρ τὴν γραφὴν ἔκλαυσεν, καὶ ἡ ἐν Ἀλκίνου
ἀπολόγῳ, ἀκούων γὰρ τοῦ κιθαριστοῦ καὶ μνησθεὶς
ἐδάκρυσεν· ὅθεν ἀνεγνωρίσθησαν. Τετάρτη δὲ ἡ ἐκ συλλογισμοῦ,
οἷον ἐν Χοηφόροις, ὅτι ὅμοιός τις ἐλήλυθεν, ὅμοιος
δὲ οὐθεὶς ἀλλ᾿ ἢ Ὀρέστης· οὗτος ἄρα ἐλήλυθεν. Καὶ ἡ
Πολυείδου τοῦ σοφιστοῦ περὶ τῆς Ἰφιγενείας· εἰκὸς γὰρ
τὸν Ὀρέστην συλλογίσασθαι ὅτι ἥ τ᾿ ἀδελφὴ ἐτύθη καὶ
αὐτῷ συμβαίνει θύεσθαι. Καὶ ἡ ἐν τῷ τοῦ θεοδέκτου
Τυδεῖ, ὅτι ἐλθὼν ὡς εὑρήσων υἱὸν αὐτὸς ἀπόλλυται. Καὶ ἡ
ἐν τοῖς Φινείδαις· ἰδοῦσαι γὰρ τὸν τόπον συνελογίσαντο
τὴν εἱμαρμένην, ὅτι ἐν τούτῳ εἵμαρτο ἀποθανεῖν αὐταῖς·
καὶ γὰρ ἐξετέθησαν ἐνταῦθα. Ἔστι δέ τις καὶ συνθετὴ ἐκ
παραλογισμοῦ τοῦ θεάτρου, οἷον ἐν τῷ Ὀδυσσεῖ τῷ ψευδαγγέλῳ·
τὸ μὲν γὰρ τόξον ἔφη γνώσεσθαι ὃ οὐχ ἑωράκει,
ὁ δέ, ὡς δι᾿ ἐκείνου ἀναγνωριοῦντος, διὰ τούτου ἐποίησε
παραλογισμόν. Πασῶν δὲ βελτίστη ἀναγνώρισις ἡ ἐξ αὐτῶν
Work
Title: Ars Poetica
English: Poetics
Original: Περὶ ποιητικῆς
Domains: Poetics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 11
Pages: 238-276
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_004.xml [133 Kb]