Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Ars Poetica (Poetics)

Bekker 1837

ἀπὸ τοῦ εἴδους ἐπὶ εἶδος, ἢ κατὰ τὸ ἀνάλογον. Λέγω δὲ ἀπὸ γένους μὲν ἐπὶ εἶδος, οἷον

Νηῦς δέ μοι ἥδ᾿ ἕστηκε·

τὸ γὰρ ὁρμεῖν ἐστὶν ἑστάναι τι. Ἀπ᾿ εἴδους δὲ ἐπὶ γένος·

Ἦ δὴ μυρί᾿ Ὀδυσσεὺς ἐσθλὰ ἔοργεν·

τὸ γὰρ μυρίον πολύ ἐστιν, ᾧ νῦν ἀντὶ τοῦ πολλοῦ κέχρηται. Ἀπ᾿ εἴδους δὲ ἐπὶ εἶδος, οἷον

χαλκῷ ἀπὸ ψυχὴν ἀρύσας

καὶ "τεμὼν ἀτειρέϊ χαλκῷ·" ἐνταῦθα γὰρ τὸ μὲν ἀρύσαι ταμεῖν, τὸ δὲ ταμεῖν ἀρύσαι εἴρηκεν· ἄμφω γὰρ ἀφελεῖν τι ἐστίν. Τὸ δὲ ἀνάλογον λέγω, ὅταν ὁμοίως ἔχῃ τὸ δεύτερον πρὸς τὸ πρῶτον καὶ τὸ τέταρτον πρὸς τὸ τρίτον· ἐρεῖ γὰρ ἀντὶ τοῦ δευτέρου τὸ τέταρτον ἢ ἀντὶ τοῦ τετάρτου τὸ δεύτερον. Καὶ ἐνίοτε προστιθέασιν ἀνθ᾿ οὗ λέγει πρὸς ὅ ἐστιν. Λέγω δὲ οἷον ὁμοίως ἔχει φιάλη πρὸς Διόνυσον καὶ ἀσπὶς πρὸς Ἄρην· ἐρεῖ τοίνυν τὴν φιάλην ἀσπίδα Διονύσου καὶ τὴν ἀσπίδα φιάλην Ἄρεως. Ἢ ὃ γῆρας πρὸς βίον, καὶ ἑσπέρα πρὸς ἡμέραν· ἐρεῖ τοίνυν τὴν ἑσπέραν γῆρας ἡμέρας καὶ τὸ γῆρας ἑσπέραν βίου ἢ ὥσπερ Ἐμπεδοκλῆς δυσμὰς βίου. Ἐνίοις δ᾿ οὐκ ἔστιν ὄνομα κείμενον τὸ ἀνάλογον, ἀλλ᾿ οὐδὲν ἧττον ὁμοίως λεχθήσεται· οἷον τὸ τὸν καρπὸν μὲν ἀφιέναι σπείρειν, τὸ δὲ τὴν φλόγα ἀπὸ τοῦ ἡλίου ἀνώνυμον· ἀλλ᾿ ὁμοίως ἔχει τοῦτο πρὸς τὸν ἥλιον καὶ τὸ σπείρειν πρὸς τὸν καρπόν, διὸ εἴρηται

σπείρων θεοκτίσταν φλόγα.

Ἔστι δὲ τῷ τρόπῳ τούτῳ τῆς μεταφορᾶς χρῆσθαι καὶ ἄλλως, προσαγορεύσαντα τὸ ἀλλότριον ἀποφῆσαι τῶν οἰκείων τι, οἷον εἰ τὴν ἀσπίδα εἴποι φιάλην μὴ Ἄρεως ἀλλ᾿ οἴνου. Πεποιημένον δ᾿ ἐστὶν ὃ ὅλως μὴ καλούμενον ὑπό τινων

Work

Title: Aristotle: Ars Poetica
English: Poetics
Original: Περὶ ποιητικῆς

Domains: Poetics

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 11

Pages: 238-276

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_004.xml [133 Kb]