Ars Poetica (Poetics)
Bekker 1837
ἢ λέγοντα πρὸς ὃν ἢ ὅτε ἢ ὅτῳ ἢ οὗ ἕνεκεν, οἷον ἢ μείζονος ἀγαθοῦ, ἵνα γένηται, ἢ μείζονος κακοῦ, ἵνα ἀπογένηται. Τὰ δὲ πρὸς τὴν λέξιν ὁρῶντα δεῖ διαλύειν, οἷον γλώττῃ
οὐρῆας μὲν πρῶτον·ἴσως γὰρ οὐ τοὺς ἡμιόνους λέγει ἀλλὰ τοὺς φύλακας. Καὶ τὸν Δόλωνα
ὃς δή τοι εἶδος μὲν ἔην κακός,οὐ τὸ σῶμα ἀσύμμετρον, ἀλλὰ τὸ πρόσωπον αἰσχρόν· τὸ γὰρ εὐειδὲς οἱ Κρῆτες εὐπρόσωπον καλοῦσιν. Καὶ τὸ
ζωρότερον δὲ κέραιεοὐ τὸ ἄκρατον ὡς οἰνόφλυξιν, ἀλλὰ τὸ θᾶττον. Τὸ δὲ κατὰ μεταφορὰν εἴρηται, οἷον
Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες—εὗδον παννύχιοι·
ἅμα δέ φησιν
ἤτοι ὅτ᾿ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν,αὐλῶν συρίγγων θ᾿ ὁμαδόν.
Τὸ γὰρ πάντες ἀντὶ τοῦ πολλοὶ κατὰ μεταφορὰν εἴρηται· τὸ γὰρ πᾶν πολύ τι. Καὶ τὸ
οἴη δ᾿ ἄμμοροςκατὰ μεταφοράν· τὸ γὰρ γνωριμώτατον μόνον. Κατὰ δὲ προσῳδίαν, ὥσπερ Ἱππίας ἔλυεν ὁ Θάσιος τὸ
δίδομεν δέ οἱκαὶ
τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ.Τὰ δὲ διαιρέσει, οἷον Ἐμπεδοκλῆς
Αἶψα δὲ θνήτ᾿ ἐφύοντο, τὰ πρὶν μάθον ἀθάνατα....ζῷά τε πρὶν κέκριτο.
Τὰ δὲ ἀμφιβολίᾳ,
παρῴχηκεν δὲ πλέων νύξ·Work
Title: Ars Poetica
English: Poetics
Original: Περὶ ποιητικῆς
Domains: Poetics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 11
Pages: 238-276
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_004.xml [133 Kb]