Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Bekker 1837

στικτή νιν αὖθις ἀμφινωμήει πτέρυξ. ἀεὶ δὲ μίσει τῶνδ’ ἄπ’ ἄλλον εἰς τόπον δρυμοὺς ἐρήμους καὶ πάγους ἀποικίσει.

Εἰσὶ δὲ τῶν ὀρνίθων οἱ μὲν κονιστικοί, οἱ δὲ λοῦσται, οἱ δ’ οὔτε κονιστικοὶ οὔτε λοῦσται. Ὅσοι μὲν μὴ πτητικοὶ ἀλλ’ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, κορύδαλος, φασιανός· τῶν δ’ εὐθυωνύχων ἔνιοι, καὶ ὅσοι περὶ ποταμὸν ἢ ἕλη ἢ θάλασσαν διατρίβουσι, λοῦνται· οἱ δ’ ἄμφω, καὶ κονίονται καὶ λοῦνται, οἷον περιστερὰ καὶ στρουθός· τῶν δὲ γαμψωνύχων οἱ πολλοὶ οὐδέτερον. Ταῦτα μὲν οὖν τοῦτον ἔχει τὸν τρόπον, ἴδιον δ’ ἐνίοις συμβαίνει τῶν ὀρνιθίων τὸ ἀποψοφεῖν, οἷον καὶ ταῖς τρυγόσιν· ποιοῦνται δὲ καὶ περὶ τὴν ἕδραν κίνησιν οἱ τοιοῦτοι ἰσχυρὰν ἅμα τῇ φωνῇ.

Κ.

Προϊούσης δὲ τῆς ἡλικίας ἀνδρὶ καὶ γυναικί, τοῦ μὴ γεννᾶν ἀλλήλοις συνόντας τὸ αἴτιον ὁτὲ μὲν ἐν ἀμφοῖν ἐστίν, ὁτὲ δ’ ἐν θατέρῳ μόνον. Πρῶτον μὲν οὖν ἐπὶ τοῦ θήλεος δεῖ θεωρεῖν τὰ περὶ τὰς ὑστέρας ὅπως ἔχει, ἵν’ εἰ μὲν ἐν ταύταις τὸ αἴτιον, αὗται τυγχάνωσι θεραπείας, εἰ δὲ μὴ ἐν ταύταις, περὶ ἕτερόν τι τῶν αἰτίων ποιῶνται τὴν ἐπιμέλειαν. Ἔστι δ’, ὥσπερ καὶ περὶ ἄλλο μέρος, φανερὸν εἰ

Work

Title: Aristotle: Historia Animalium
English: History of Animals
Original: Περὶ τὰ ζῷα ἱστορίαι

Domains: Zoology, Biology, Natural philosophy, Natural science

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 4

Pages: 1-383

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_010.xml [1.1 Mb]