Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Meteorologica (Meteorology)

Bekker 1837

καὶ ὅτι ἐκ τούτων φαίνεται τῶν χρωμάτων μόνων ἡ ἶρις, εἴρηται. Διπλῆ δὲ καὶ ἀμαυροτέρα τοῖς χρώμασιν ἡ περιέχουσα, καὶ τῇ θέσει τὰς χρόας ἐξ ἐναντίας ἔχει κειμένας διὰ τὴν αὐτὴν αἰτίαν. Μακροτέραν γὰρ ἀποτεινομένη ἡ ὄψις ὥσπερ τὸ πορρώτερον ὁρᾷ, καὶ τὸ ἐνταῦθα τὸν αὐτὸν τρόπον. Ἀσθενεστέρα οὖν ἀπὸ τῆς ἔξωθεν ἡ ἀνάκλασις γίνεται διὰ τὸ πορρώτερον ποιεῖσθαι τὴν ἀνάκλασιν, ὥστ’ ἐλάττων προσπίπτουσα τὰ χρώματα ποιεῖ ἀμαυρότερα φαίνεσθαι. Καὶ ἀντεστραμμένως δὴ διὰ τὸ πλεῖον ἀπὸ τῆς ἐλάττονος καὶ τῆς ἐντὸς περιφερείας προσπίπτειν πρὸς τὸν ἥλιον· ἐγγυτέρω γὰρ τῆς ὄψεως οὖσα ἀνακλᾶται ἀπὸ τῆς ἐγγυτάτω περιφερείας τῆς πρώτης ἴριδος. Ἐγγυτάτω δ’ ἐν τῇ ἔξωθεν ἴριδι ἡ ἐλαχίστη περιφέρεια, ὥστε αὕτη ἕξει τὸ χρῶμα φοινικοῦν· ἡ δ’ ἐχομένη καὶ ἡ τρίτη κατὰ λόγον. Ἡ ἔξω ἶρις ἐφ’ ᾧ τὸ Β, ἡ ἔσω ἐφ’ ᾧ τὸ Α· τὰ χρώματα δ’, ἐφ’ ᾧ τὸ Γ, φοινικοῦν, ἐφ’ ᾧ τὸ Δ, πράσινον, ἐφ’ ᾧ Ε, ἁλουργόν· τὸ ξανθὸν δὲ φαίνεται ἐφ’ οὗ τὸ Ζ. Τρεῖς δ’ οὐκέτι γίνονται, οὐδὲ πλείους ἴριδες διὰ τὸ καὶ τὴν δευτέραν γίγνεσθαι ἀμαυροτέραν, ὥστε καὶ τὴν τρίτην ἀνάκλασιν πάμπαν ἀσθενῆ γίγνεσθαι καὶ ἀδυνατεῖν ἀφικνεῖσθαι πρὸς τὸν ἥλιον.

Ὅτι δ’ οὔτε κύκλον οἷόν τε γίγνεσθαι τῆς ἴριδος οὔτε μεῖζον ἡμικυκλίου τμῆμα, καὶ περὶ τῶν ἄλλων τῶν συμβαίνόντων περὶ αὐτήν, ἐκ τοῦ διαγράμματος ἔσται θεωροῦσι δῆλον. Ἡμισφαιρίου γὰρ ὄντος ἐπὶ τοῦ ὁρίζοντος κύκλου τοῦ ἐφ’ ᾧ τὸ Α, κέντρου δὲ τοῦ Κ, ἄλλου δέ τινος ἀνατέλλοντος σημείου ἐφ’ ᾧ τὸ Η, ἐὰν αἱ ἀπὸ τοῦ Κ γραμμαὶ κατὰ κῶνον

Work

Title: Aristotle: Meteorologica
English: Meteorology
Original: Μετεωρολογικά

Domains: Meteorology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 1-130

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_023.xml [412 Kb]