Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Meteorologica (Meteorology)

Bekker 1837

ἔκκρισις ἐξ ὑγροῦ διαντική. Τὰ δὲ θυμιατὰ χρόνῳ εἰς ἀέρα ἐκκρίνεται, καὶ τὰ μὲν ἀφανιζόμενα ξηρά, τὰ δὲ γῆ γίνεται. Διαφέρει δ’ αὕτη ἡ ἔκκρισις, ὅτι οὔτε διαίνει οὔτε πνεῦμα γίγνεται. Ἔστι δὲ πνεῦμα ῥύσις συνεχὴς ἐπὶ μῆκος ἀέρος· θυμίασις δ’ ἐστὶν ἡ ὑπὸ θερμοῦ καυστικοῦ κοινὴ ἔκκρισις ξηροῦ καὶ ὑγροῦ ἀθρόως. Διόπερ οὐ διαίνει, ἀλλὰ χρωματίζει μᾶλλον. Ἔστι δ’ ἡ μὲν ξυλώδους σώματος θυμίασις καπνός. Λέγω δὲ καὶ ὀστᾶ καὶ τρίχας καὶ πᾶν τὸ τοιοῦτον ἐν ταὐτῷ· οὐ γὰρ κεῖται ὄνομα κοινόν, ἀλλὰ κατ’ ἀναλογίαν ὅμως ἐν ταὐτῷ πάντ’ ἐστίν, ὥσπερ καὶ Ἐμπεδοκλῆς φησὶ

Ταὐτὰ τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνὰ καὶ λεπίδες γίγνονται ἐπὶ στιβαροῖσι μέλεσσιν.

Ἡ δὲ πίονος θυμίασις λιγνύς, ἡ δὲ λιπαροῦ κνίσσα. Διὰ τοῦτο τὸ ἔλαιον οὐχ ἕψεται οὐδὲ παχύνεται, ὅτι θυμιατόν ἐστιν ἀλλ’ οὐκ ἀτμιστόν· ὕδωρ δ’ οὐ θυμιατὸν ἀλλ’ ἀτμιστόν. Οἶνος δ’ ὁ μὲν γλυκὺς θυμιᾶται. Πίων γάρ, καὶ ταὐτὰ ποιεῖ τῷ ἐλαίῳ· οὔτε γὰρ ὑπὸ ψύχους πήγνυται, καίεταί τε. Ἔστι δ’ ὀνόματι οἶνος, ἔργῳ δ’ οὐκ ἔστιν· οὐ γὰρ οἰνώδης ὁ χυμός, διὸ καὶ οὐ μεθύσκει. Ὁ τυχὼν δ’ οἶνος μικρὰν ἔχει ἀναθυμίασιν, διὸ ἀνίησι φλόγα. Καυστὰ δὲ δοκεῖ εἶναι ὅσα εἰς τέφραν διαλύεται τῶν σωμάτων. Πάσχει δὲ τοῦτο πάντα ὅσα πήγνυται ἢ ὑπὸ θερμοῦ ἢ ὑπ’ ἀμφοῖν, ψυχροῦ καὶ θερμοῦ· ταῦτα γὰρ φαίνεται κρατούμενα ὑπὸ τοῦ πυρός. Ἥκιστα δὲ τῶν λίθων ἡ σφραγίς, ὁ καλούμενος ἄνθραξ. Τῶν δὲ καυστῶν τὰ μὲν φλογιστά

Work

Title: Aristotle: Meteorologica
English: Meteorology
Original: Μετεωρολογικά

Domains: Meteorology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 1-130

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_023.xml [412 Kb]