Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Meteorologica (Meteorology)

Bekker 1837

ἐστι τὰ δ’ ἀφλόγιστα· τούτων δ’ ἔνια ἀνθρακευτά. Φλογιστὰ μὲν οὖν ὅσα φλόγα παρέχεσθαι δύναται· ὅσα δ’ οὐ δύναται, ἀφλόγιστα. Ἔστι δὲ φλογιστὰ ὅσα μὴ ὑγρὰ ὄντα θυμιατά ἐστιν. Πίττα δὲ ἢ ἔλαιον ἢ κηρὸς μᾶλλον μετ’ ἄλλων ἢ καθ’ αὑτὰ φλογιστά. Μάλιστα δ’ ὅσα καπνὸν ἀνίησιν. Ἀνθρακευτὰ δ’ ὅσα τῶν τοιούτων γῆς πλέον ἔχει ἢ καπνοῦ. Ἔτι δ’ ἔνια τηκτὰ ὄντα οὐ φλογιστά ἐστιν, οἷον χαλκός, καὶ φλογιστὰ οὐ τηκτά, οἷον ξύλον, τὰ δ’ ἄμφω, οἷον λιβανωτός. Αἴτιον δ’ ὅτι τὰ μὲν ξύλα ἀθρόον ἔχει τὸ ὑγρὸν καὶ δι’ ὅλου συνεχές, ὥστε διακάεται, ὁ δὲ χαλκὸς παρ’ ἕκαστον μὲν μέρος, οὐ συνεχὲς δὲ καὶ ἔλαττον ἢ ὥστε φλόγα ποιῆσαι· ὁ δὲ λιβανωτὸς τῇ μὲν οὕτως τῇ δ’ ἐκείνως ἔχει. Φλογιστὰ δ’ ἐστὶ τῶν θυμιατῶν ὅσα μὴ τηκτά ἐστι διὰ τὸ μᾶλλον εἶναι γῆς· τὸ ξηρὸν γὰρ ἔχει κοινὸν τῷ πυρί. Τοῦτ’ οὖν θερμὸν ἂν γένηται τὸ ξηρόν, πῦρ γίγνεται. Διὰ τοῦτο ἡ φλὸξ πνεῦμα ἢ καπνὸς καόμενός ἐστιν. Ξύλων μὲν οὖν ἡ θυμίασις καπνός, κηροῦ δὲ καὶ λιβανωτοῦ καὶ τῶν τοιούτων καὶ πίττης, καὶ ὅσα ἔχει πίτταν ἢ τοιαῦτα, λιγνύς, ἐλαίου δὲ καὶ ὅσα ἐλαιώδη, κνίσσα· καὶ ὅσα ἥκιστα κάεται μόνα, ὅτι ὀλίγον ξηρὸν ἔχει, ἡ δὲ μετάβασις διὰ τούτου, μετὰ δ’ ἑτέρου τάχιστα. Τοῦτο γάρ ἐστι τὸ πῖον ξηρὸν λιπαρόν. Τὰ μὲν οὖν ἐκθυμιώμενα τῶν ὑγρῶν ὑγροῦ μᾶλλον, ὡς ἔλαιον καὶ πίττα, τὰ δὲ καόμενα ξηροῦ.

Τούτοις δὲ τοῖς παθήμασι καὶ ταύταις ταῖς διαφοραῖς τὰ ὁμοιομερῆ τῶν σωμάτων, ὥσπερ εἴρηται, διαφέρει ἀλλήλων κατὰ τὴν ἁφήν, καὶ ἔτι ὀσμαῖς καὶ χυμοῖς καὶ χρώμασιν.

Work

Title: Aristotle: Meteorologica
English: Meteorology
Original: Μετεωρολογικά

Domains: Meteorology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 1-130

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_023.xml [412 Kb]