Meteorologica (Meteorology)
Bekker 1837
Ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν
χάλαζα γίνεται πολλὴ καὶ τὸ μέγεθος ἄπιστος, καὶ τοῖς
σχήμασιν οὐ στρογγύλη, διὰ τὸ μὴ πολὺν χρόνον γίνεσθαι
τὴν φορὰν αὐτῆς ὡς πλησίον τῆς πήξεως γενομένης τῆς γῆς,
ἀλλ’ οὐχ ὥσπερ ἐκεῖνοί φασιν. Ἀλλὰ μὴν ἀναγκαῖον ὑπὸ
τοῦ μάλιστ’ αἰτίου τῆς πήξεως μεγάλας γίνεσθαι χαλάζας·
κρύσταλλος γὰρ ἡ χάλαζα, καὶ τοῦτο παντὶ δῆλον. Μεγάλαι
δ’ εἰσὶν αἱ τοῖς σχήμασι μὴ στρογγύλαι. Τοῦτο δὲ
σημεῖον τοῦ παγῆναι πλησίον τῆς γῆς· αἱ γὰρ φερόμεναι
πόρρωθεν διὰ τὸ φέρεσθαι μακρὰν περιθραυόμεναι γίνονται
τό τε σχῆμα περιφερεῖς καὶ τὸ μέγεθος ἐλάττους. Ὅτι μὲν
οὖν οὐ τῷ ἀπωθεῖσθαι εἰς τὸν ἄνω τόπον τὸν ψυχρὸν ἡ πῆξις
συμβαίνει, δῆλον. Ἀλλ’ ἐπειδὴ ὁρῶμεν ὅτι γίνεται ἀντιπερίστασις
τῷ θερμῷ καὶ τῷ ψυχρῷ ἀλλήλοις, διὸ ἔν τε ταῖς
ἀλέαις ψυχρὰ τὰ κάτω τῆς γῆς καὶ ἀλεεινὰ ἐν τοῖς πάγοις,
τοῦτο δεῖ νομίζειν καὶ ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὥστ’ ἐν
ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριιστάμενον εἴσω τὸ ψυχρὸν
διὰ τὴν κύκλῳ θερμότητα ὁτὲ μὲν ταχὺ ὕδωρ ἐκ τοῦ
νέφους ποιεῖ, ὁτὲ δὲ χάλαζαν. Διὸ καὶ αἱ ψακάδες πολὺ
μείζους ἐν ταῖς ἀλεειναῖς γίνονται ἡμέραις ἢ ἐν τῷ χειμῶνι,
καὶ ὕδατα λαβρότερα· λαβρότερα μὲν γὰρ λέγεται
ὅταν ἀθροώτερα, ἀθροώτερα δὲ διὰ τὸ τάχος τῆς πυκνώσεως.
Τοῦτο δὲ γίγνεται αὐτὸ τοὐναντίον ἢ ὡς Ἄναξαγόρας
λέγει· ὁ μὲν γὰρ ὅταν εἰς τὸν ψυχρὸν ἀέρα ἐπανέλθῃ
φησὶ τοῦτο πάσχειν, ἡμεῖς δ’ ὅταν εἰς τὸν θερμὸν
κατέλθῃ, καὶ μάλιστα ὅταν μάλιστα. Ὅταν δ’ ἔτι μᾶλλον
ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρὸν ὑπὸ τοῦ ἔξω θερμοῦ, ὕδωρ
ποιῆσαν ἔπηξε καὶ γίνεται χάλαζα. Συμβαίνει δὲ τοῦτο,
Work
Title: Meteorologica
English: Meteorology
Original: Μετεωρολογικά
Domains: Meteorology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 1-130
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_023.xml [412 Kb]