Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Anima (On the Soul)

Bekker 1837

τὰ στοιχεῖα τούτων ἕκαστον, ἀλλὰ λόγῳ τινὶ καὶ συνθέσει, καθάπερ φησὶ καὶ Ἐμπεδοκλῆς τὸ ὀστοῦν.

Ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισιν τὰ δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο.

Οὐδὲν οὖν ὄφελος εἶναι τὰ στοιχεῖα ἐν τῇ ψυχῇ, εἰ μὴ καὶ οἱ λόγοι ἐνέσονται καὶ ἡ σύνθεσις· γνωριεῖ γὰρ ἕκαστον τὸ ὅμοιον, τὸ δ’ ὀστοῦν ἢ τὸν ἄνθρωπον οὐθέν, εἰ μὴ καὶ ταῦτ’ ἐνέσται. Τοῦτο δ’ ὅτι ἀδύνατον, οὐθὲν δεῖ λέγειν· τίς γὰρ ἂν ἀπορήσειεν εἰ ἔνεστιν ἐν τῇ ψυχῇ λίθος ἢ ἄνθρωπος; Ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν. Τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῶν ἄλλων. Ἔτι δὲ πολλαχῶς λεγομένου τοῦ ὄντος (σημαίνει γὰρ τὸ μὲν τόδε τι, τὸ δὲ ποσὸν ἢ ποιὸν ἢ καί τινα ἄλλην τῶν διαιρεθεισῶν κατηγοριῶν) πότερον ἐξ ἁπάντων ἔσται ἡ ψυχὴ ἢ οὔ; Ἀλλ’ οὐ δοκεῖ κοινὰ πάντων εἶναι στοιχεῖα. Ἆρ’ οὖν ὅσα τῶν οὐσιῶν ἐκ τούτων μόνον; Πῶς οὖν γινώσκει καὶ τῶν ἄλλων ἕκαστον; Ἢ φήσουσιν ἑκάστου γένους εἶναι στοιχεῖα καὶ ἀρχὰς ἰδίας, ἐξ ὧν τὴν ψυχὴν συνεστάναι; Ἔσται ἄρα ποσὸν καὶ ποιὸν καὶ οὐσία. Ἀλλ’ ἀδύνατον ἐκ τῶν τοῦ ποσοῦ στοιχείων οὐσίαν εἶναι καὶ μὴ ποσόν. Τοῖς δὴ λέγουσιν ἐκ πάντων ταῦτά τε καὶ τοιαῦθ’ ἕτερα συμβαίνει. Ἄτοπον δὲ καὶ τὸ φάναι μὲν ἀπαθὲς εἶναι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, αἰσθάνεσθαι δὲ τὸ ὅμοιον τοῦ ὁμοίου καὶ γινώσκειν τῷ ὁμοίῳ τὸ ὅμοιον. Τὸ δ’ αἰσθάνεσθαι πάσχειν τι καὶ κινεῖσθαι τιθέασιν· ὁμοίως δὲ καὶ τὸ νοεῖν τε καὶ γινώσκειν. Πολλὰς δ’ ἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν, καθάπερ

Work

Title: Aristotle: De Anima
English: On the Soul
Original: Περὶ ψυχῆς

Domains: Psychology, Natural philosophy

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 158-242

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_024.xml [248 Kb]